τί δῆτα; τὴν θάλατταν ἔσθʼ ὅτι πλείονα νυνὶ νομίζεις ἢ πρὸ τοῦ; Αμυνίας μὰ Δίʼ ἀλλʼ ἴσην. οὐ γὰρ δίκαιον πλείονʼ εἶναι. Στρεψιάδης κᾆτα πῶς αὕτη μὲν ὦ κακόδαιμον οὐδὲν γίγνεται ἐπιρρεόντων τῶν ποταμῶν πλείων, σὺ δὲ ζητεῖς ποιῆσαι τἀργύριον πλεῖον τὸ σόν; οὐκ ἀποδιώξει σαυτὸν ἀπὸ τῆς οἰκίας;