ἀπόδοτε· Στρεψιάδης τοῦτο δʼ ἔσθʼ ὁ τόκος τί θηρίον; Αμυνίας τί δʼ ἄλλο γʼ ἢ κατὰ μῆνα καὶ καθʼ ἡμέραν πλέον πλέον τἀργύριον ἀεὶ γίγνεται ὑπορρέοντος τοῦ χρόνου; Στρεψιάδης καλῶς λέγεις. τί δῆτα; τὴν θάλατταν ἔσθʼ ὅτι πλείονα νυνὶ νομίζεις ἢ πρὸ τοῦ; Αμυνίας μὰ Δίʼ ἀλλʼ ἴσην. οὐ γὰρ δίκαιον πλείονʼ εἶναι. Στρεψιάδης κᾆτα πῶς αὕτη μὲν ὦ κακόδαιμον οὐδὲν γίγνεται ἐπιρρεόντων τῶν ποταμῶν πλείων, σὺ δὲ ζητεῖς ποιῆσαι τἀργύριον πλεῖον τὸ σόν; οὐκ ἀποδιώξει σαυτὸν ἀπὸ τῆς οἰκίας; φέρε μοι τὸ κέντρον. Αμυνίας ταῦτʼ ἐγὼ μαρτύρομαι. Στρεψιάδης ὕπαγε. τί μέλλεις; οὐκ ἐλᾷς ὦ σαμφόρα; Αμυνίας ταῦτʼ οὐχ ὕβρις δῆτʼ ἐστίν; Στρεψιάδης ᾄξεις; ἐπιαλῶ κεντῶν ὑπὸ τὸν πρωκτόν σε τὸν σειραφόρον. φεύγεις; ἔμελλόν σʼ ἆρα κινήσειν ἐγὼ αὐτοῖς τροχοῖς τοῖς σοῖσι καὶ ξυνωρίσιν. Χορός οἷον τὸ πραγμάτων ἐρᾶν φλαύρων· ὁ γὰρ γέρων ὅδʼ ἐρασθεὶς ἀποστερῆσαι βούλεται τὰ χρήμαθʼ ἁδανείσατο· κοὐκ ἔσθʼ ὅπως οὐ τήμερον λήψεταί τι πρᾶγμʼ, ὃ τοῦτον ποιήσει τὸν σοφιστὴν ἴσως,