πῶς οὖν ἀπολαβεῖν τἀργύριον δίκαιος εἶ, εἰ μηδὲν οἶσθα τῶν μετεώρων πραγμάτων; Αμυνίας ἀλλʼ εἰ σπανίζεις, τἀργυρίου μοι τὸν τόκον ἀπόδοτε· Στρεψιάδης τοῦτο δʼ ἔσθʼ ὁ τόκος τί θηρίον; Αμυνίας τί δʼ ἄλλο γʼ ἢ κατὰ μῆνα καὶ καθʼ ἡμέραν πλέον πλέον τἀργύριον ἀεὶ γίγνεται ὑπορρέοντος τοῦ χρόνου; Στρεψιάδης καλῶς λέγεις.