τί δαί; Στρεψιάδης τὸν ἐγκέφαλον ὥσπερ σεσεῖσθαί μοι δοκεῖς. Αμυνίας σὺ δὲ νὴ τὸν Ἑρμῆν προσκεκλήσεσθαί γέ μοι, εἰ μὴ ʼποδώσεις τἀργύριον. Στρεψιάδης κάτειπέ νυν, πότερα νομίζεις καινὸν ἀεὶ τὸν Δία ὕειν ὕδωρ ἑκάστοτʼ, ἢ τὸν ἥλιον ἕλκειν κάτωθεν ταὐτὸ τοῦθʼ ὕδωρ πάλιν; Αμυνίας οὐκ οἶδʼ ἔγωγʼ ὁπότερον, οὐδέ μοι μέλει.