τὸν υἱὸν ἀποδοῦναι κέλευσον ἅλαβεν, ἄλλως τε μέντοι καὶ κακῶς πεπραγότι. Στρεψιάδης τὰ ποῖα ταῦτα χρήμαθʼ; Αμυνίας ἁδανείσατο. Στρεψιάδης κακῶς ἄρʼ ὄντως εἶχες, ὥς γʼ ἐμοὶ δοκεῖς. Αμυνίας ἵππους ἐλαύνων ἐξέπεσον νὴ τοὺς θεούς. Στρεψιάδης τί δῆτα ληρεῖς ὥσπερ ἀπʼ ὄνου καταπεσών; Αμυνίας ληρῶ, τὰ χρήματʼ ἀπολαβεῖν εἰ βούλομαι; Στρεψιάδης οὐκ ἔσθʼ ὅπως σύ γʼ αὐτὸς ὑγιαίνεις.