τίς οὑτοσί ποτʼ ἔσθʼ ὁ θρηνῶν; οὔτι που τῶν Καρκίνου τις δαιμόνων ἐφθέγξατο; Αμυνίας τί δʼ ὅστις εἰμὶ τοῦτο βούλεσθʼ εἰδέναι; ἀνὴρ κακοδαίμων. Στρεψιάδης κατὰ σεαυτόν νυν τρέπου. Αμυνίας ὦ σκληρὲ δαῖμον, ὦ τύχαι θραυσάντυγες ἵππων ἐμῶν, ὦ Παλλὰς ὥς μʼ ἀπώλεσας. Στρεψιάδης τί δαί σε Τληπόλεμός ποτʼ εἴργασται κακόν; Αμυνίας μὴ σκῶπτέ μʼ ὦ τᾶν, ἀλλά μοι τὰ χρήματα τὸν υἱὸν ἀποδοῦναι κέλευσον ἅλαβεν, ἄλλως τε μέντοι καὶ κακῶς πεπραγότι. Στρεψιάδης τὰ ποῖα ταῦτα χρήμαθʼ; Αμυνίας ἁδανείσατο. Στρεψιάδης κακῶς ἄρʼ ὄντως εἶχες, ὥς γʼ ἐμοὶ δοκεῖς. Αμυνίας ἵππους ἐλαύνων ἐξέπεσον νὴ τοὺς θεούς. Στρεψιάδης τί δῆτα ληρεῖς ὥσπερ ἀπʼ ὄνου καταπεσών; Αμυνίας ληρῶ, τὰ χρήματʼ ἀπολαβεῖν εἰ βούλομαι; Στρεψιάδης οὐκ ἔσθʼ ὅπως σύ γʼ αὐτὸς ὑγιαίνεις. Αμυνίας τί δαί; Στρεψιάδης τὸν ἐγκέφαλον ὥσπερ σεσεῖσθαί μοι δοκεῖς. Αμυνίας σὺ δὲ νὴ τὸν Ἑρμῆν προσκεκλήσεσθαί γέ μοι, εἰ μὴ ʼποδώσεις τἀργύριον. Στρεψιάδης κάτειπέ νυν, πότερα νομίζεις καινὸν ἀεὶ τὸν Δία ὕειν ὕδωρ ἑκάστοτʼ, ἢ τὸν ἥλιον ἕλκειν κάτωθεν ταὐτὸ τοῦθʼ ὕδωρ πάλιν; Αμυνίας οὐκ οἶδʼ ἔγωγʼ ὁπότερον, οὐδέ μοι μέλει. Στρεψιάδης πῶς οὖν ἀπολαβεῖν τἀργύριον δίκαιος εἶ, εἰ μηδὲν οἶσθα τῶν μετεώρων πραγμάτων; Αμυνίας ἀλλʼ εἰ σπανίζεις, τἀργυρίου μοι τὸν τόκον