τίς οὑτοσί ποτʼ ἔσθʼ ὁ θρηνῶν; οὔτι που τῶν Καρκίνου τις δαιμόνων ἐφθέγξατο; Αμυνίας τί δʼ ὅστις εἰμὶ τοῦτο βούλεσθʼ εἰδέναι; ἀνὴρ κακοδαίμων. Στρεψιάδης κατὰ σεαυτόν νυν τρέπου. Αμυνίας ὦ σκληρὲ δαῖμον, ὦ τύχαι θραυσάντυγες ἵππων ἐμῶν, ὦ Παλλὰς ὥς μʼ ἀπώλεσας. Στρεψιάδης τί δαί σε Τληπόλεμός ποτʼ εἴργασται κακόν; Αμυνίας μὴ σκῶπτέ μʼ ὦ τᾶν, ἀλλά μοι τὰ χρήματα