οὔκουν ἀνύσας τι θᾶττον ἀπολιταργιεῖς ἀπὸ τῆς θύρας; Πασίας ἄπειμι, καὶ τοῦτʼ ἴσθʼ ὅτι θήσω πρυτανεῖʼ ἢ μηκέτι ζῴην ἐγώ. Στρεψιάδης καὶ προσαπολεῖς ἄρʼ αὐτὰ πρὸς ταῖς δώδεκα. καίτοι σε τοῦτό γʼ οὐχὶ βούλομαι παθεῖν, ὁτιὴ ʼκάλεσας εὐηθικῶς τὴν κάρδοπον. Αμυνίας ἰώ μοί μοι. Στρεψιάδης ἔα.