ἀποδώσειν μοι δοκεῖ. Στρεψιάδης ποῦ ʼσθʼ οὗτος ἁπαιτῶν με τἀργύριον; λέγε τουτὶ τί ἔστι; Πασίας τοῦθʼ ὅ τι ἐστί; κάρδοπος. Στρεψιάδης ἔπειτʼ ἀπαιτεῖς τἀργύριον τοιοῦτος ὤν; οὐκ ἂν ἀποδοίην οὐδʼ ἂν ὀβολὸν οὐδενί, ὅστις καλέσειε κάρδοπον τὴν καρδόπην. Πασίας οὐκ ἄρʼ ἀποδώσεις; Στρεψιάδης οὐχ ὅσον γέ μʼ εἰδέναι.