ἐμοῦ καταπροίξει. Στρεψιάδης θαυμασίως ἥσθην θεοῖς, καὶ Ζεὺς γέλοιος ὀμνύμενος τοῖς εἰδόσιν. Πασίας ἦ μὴν σὺ τούτων τῷ χρόνῳ δώσεις δίκην. ἀλλʼ εἴτʼ ἀποδώσεις μοι τὰ χρήματʼ εἴτε μή, ἀπόπεμψον ἀποκρινάμενος. Στρεψιάδης ἔχε νυν ἥσυχος. ἐγὼ γὰρ αὐτίκʼ ἀποκρινοῦμαί σοι σαφῶς. Πασίας τί σοι δοκεῖ δράσειν;