οἴμʼ ὡς καταγελᾷς. Στρεψιάδης ἓξ χοᾶς χωρήσεται. Πασίας οὔ τοι μὰ τὸν Δία τὸν μέγαν καὶ τοὺς θεοὺς ἐμοῦ καταπροίξει. Στρεψιάδης θαυμασίως ἥσθην θεοῖς, καὶ Ζεὺς γέλοιος ὀμνύμενος τοῖς εἰδόσιν. Πασίας ἦ μὴν σὺ τούτων τῷ χρόνῳ δώσεις δίκην. ἀλλʼ εἴτʼ ἀποδώσεις μοι τὰ χρήματʼ εἴτε μή, ἀπόπεμψον ἀποκρινάμενος. Στρεψιάδης ἔχε νυν ἥσυχος. ἐγὼ γὰρ αὐτίκʼ ἀποκρινοῦμαί σοι σαφῶς. Πασίας τί σοι δοκεῖ δράσειν; Μάρτυς ἀποδώσειν μοι δοκεῖ. Στρεψιάδης ποῦ ʼσθʼ οὗτος ἁπαιτῶν με τἀργύριον; λέγε τουτὶ τί ἔστι; Πασίας τοῦθʼ ὅ τι ἐστί; κάρδοπος. Στρεψιάδης ἔπειτʼ ἀπαιτεῖς τἀργύριον τοιοῦτος ὤν; οὐκ ἂν ἀποδοίην οὐδʼ ἂν ὀβολὸν οὐδενί, ὅστις καλέσειε κάρδοπον τὴν καρδόπην. Πασίας οὐκ ἄρʼ ἀποδώσεις; Στρεψιάδης οὐχ ὅσον γέ μʼ εἰδέναι. οὔκουν ἀνύσας τι θᾶττον ἀπολιταργιεῖς ἀπὸ τῆς θύρας; Πασίας ἄπειμι, καὶ τοῦτʼ ἴσθʼ ὅτι θήσω πρυτανεῖʼ ἢ μηκέτι ζῴην ἐγώ. Στρεψιάδης καὶ προσαπολεῖς ἄρʼ αὐτὰ πρὸς ταῖς δώδεκα. καίτοι σε τοῦτό γʼ οὐχὶ βούλομαι παθεῖν, ὁτιὴ ʼκάλεσας εὐηθικῶς τὴν κάρδοπον. Αμυνίας ἰώ μοί μοι. Στρεψιάδης ἔα.