ἵππον; οὐκ ἀκούετε; ὃν πάντες ὑμεῖς ἴστε μισοῦνθʼ ἱππικήν. Πασίας καὶ νὴ Δίʼ ἀποδώσειν γʼ ἐπώμνυς τοὺς θεούς. Στρεψιάδης μὰ τὸν Δίʼ οὐ γάρ πω τότʼ ἐξηπίστατο Φειδιππίδης μοι τὸν ἀκατάβλητον λόγον. Πασίας νῦν δὲ διὰ τοῦτʼ ἔξαρνος εἶναι διανοεῖ; Στρεψιάδης τί γὰρ ἄλλʼ ἂν ἀπολαύσαιμι τοῦ μαθήματος; Πασίας καὶ ταῦτʼ ἐθελήσεις ἀπομόσαι μοι τοὺς θεοὺς ἵνʼ ἂν κελεύσω ʼγώ σε;