ἀλλʼ εἰσάγων σε βούλομαι πρῶτον ἑστιᾶσαι. Πασίας εἶτʼ ἄνδρα τῶν αὑτοῦ τι χρὴ προϊέναι; οὐδέποτέ γʼ, ἀλλὰ κρεῖττον εὐθὺς ἦν τότε ἀπερυθριᾶσαι μᾶλλον ἢ σχεῖν πράγματα, ὅτε τῶν ἐμαυτοῦ γʼ ἕνεκα νυνὶ χρημάτων ἕλκω σε κλητεύσοντα, καὶ γενήσομαι ἐχθρὸς ἔτι πρὸς τούτοισιν ἀνδρὶ δημότῃ. ἀτὰρ οὐδέποτέ γε τὴν πατρίδα καταισχυνῶ ζῶν, ἀλλὰ καλοῦμαι Στρεψιάδην — Στρεψιάδης τίς οὑτοσί; Πασίας ἐς τὴν ἕνην τε καὶ νέαν. Στρεψιάδης μαρτύρομαι, ὅτι ἐς δύʼ εἶπεν ἡμέρας. τοῦ χρήματος; Πασίας τῶν δώδεκα μνῶν, ἃς ἔλαβες ὠνούμενος τὸν ψαρὸν ἵππον. Στρεψιάδης ἵππον; οὐκ ἀκούετε; ὃν πάντες ὑμεῖς ἴστε μισοῦνθʼ ἱππικήν. Πασίας καὶ νὴ Δίʼ ἀποδώσειν γʼ ἐπώμνυς τοὺς θεούς. Στρεψιάδης μὰ τὸν Δίʼ οὐ γάρ πω τότʼ ἐξηπίστατο Φειδιππίδης μοι τὸν ἀκατάβλητον λόγον. Πασίας νῦν δὲ διὰ τοῦτʼ ἔξαρνος εἶναι διανοεῖ; Στρεψιάδης τί γὰρ ἄλλʼ ἂν ἀπολαύσαιμι τοῦ μαθήματος; Πασίας καὶ ταῦτʼ ἐθελήσεις ἀπομόσαι μοι τοὺς θεοὺς ἵνʼ ἂν κελεύσω ʼγώ σε; Στρεψιάδης τοὺς ποίους θεούς; Πασίας τὸν Δία, τὸν Ἑρμῆν, τὸν Ποσειδῶ. Στρεψιάδης νὴ Δία κἂν προσκαταθείην γʼ ὥστʼ ὀμόσαι τριώβολον. Πασίας ἀπόλοιο τοίνυν ἕνεκʼ ἀναιδείας ἔτι. Στρεψιάδης ἁλσὶν διασμηχθεὶς ὄναιτʼ ἂν οὑτοσί.