φήσουσι δή μʼ οἱ φίλοι χοἰ δημόται ζηλοῦντες ἡνίκʼ ἂν σὺ νικᾷς λέγων τὰς δίκας. ἀλλʼ εἰσάγων σε βούλομαι πρῶτον ἑστιᾶσαι. Πασίας εἶτʼ ἄνδρα τῶν αὑτοῦ τι χρὴ προϊέναι; οὐδέποτέ γʼ, ἀλλὰ κρεῖττον εὐθὺς ἦν τότε ἀπερυθριᾶσαι μᾶλλον ἢ σχεῖν πράγματα, ὅτε τῶν ἐμαυτοῦ γʼ ἕνεκα νυνὶ χρημάτων ἕλκω σε κλητεύσοντα, καὶ γενήσομαι