διὰ τοῦτο προὐτένθευσαν ἡμέρᾳ μιᾷ. Στρεψιάδης εὖ γʼ· ὦ κακοδαίμονες, τί κάθησθʼ ἀβέλτεροι, ἡμέτερα κέρδη τῶν σοφῶν ὄντες, λίθοι, ἀριθμός, πρόβατʼ ἄλλως, ἀμφορῆς νενησμένοι; ὥστʼ εἰς ἐμαυτὸν καὶ τὸν υἱὸν τουτονὶ ἐπʼ εὐτυχίαισιν ᾀστέον μοὐγκώμιον. Στρεψιάδης μάκαρ ὦ Στρεψίαδες, αὐτός τʼ ἔφυς ὡς σοφὸς χοἶον τὸν υἱὸν τρέφεις ,