καὶ μὴν νενόμισταί γʼ. Φειδιππίδης οὐ γάρ, οἶμαι, τὸν νόμον ἴσασιν ὀρθῶς ὅ τι νοεῖ. Στρεψιάδης νοεῖ δὲ τί; Φειδιππίδης ὁ Σόλων ὁ παλαιὸς ἦν φιλόδημος τὴν φύσιν. Στρεψιάδης τουτὶ μὲν οὐδέν πω πρὸς ἕνην τε καὶ νέαν. Φειδιππίδης ἐκεῖνος οὖν τὴν κλῆσιν ἐς δύʼ ἡμέρας ἔθηκεν, ἔς γε τὴν ἕνην τε καὶ νέαν, ἵνʼ αἱ θέσεις γίγνοιντο τῇ νουμηνίᾳ. Στρεψιάδης ἵνα δὴ τί τὴν ἕνην προσέθηχʼ; Φειδιππίδης ἵνʼ ὦ μέλε παρόντες οἱ φεύγοντες ἡμέρᾳ μιᾷ πρότερον ἀπαλλάττοινθʼ ἑκόντες, εἰ δὲ μή, ἕωθεν ὑπανιῷντο τῇ νουμηνία. Στρεψιάδης πῶς οὐ δέχονται δῆτα τῇ νουμηνίᾳ ἁρχαὶ τὰ πρυτανεῖʼ, ἀλλʼ ἕνῃ τε καὶ νέᾳ; Φειδιππίδης ὅπερ οἱ προτένθαι γὰρ δοκοῦσί μοι ποιεῖν· ὅπως τάχιστα τὰ πρυτανεῖʼ ὑφελοίατο, διὰ τοῦτο προὐτένθευσαν ἡμέρᾳ μιᾷ. Στρεψιάδης εὖ γʼ· ὦ κακοδαίμονες, τί κάθησθʼ ἀβέλτεροι, ἡμέτερα κέρδη τῶν σοφῶν ὄντες, λίθοι, ἀριθμός, πρόβατʼ ἄλλως, ἀμφορῆς νενησμένοι; ὥστʼ εἰς ἐμαυτὸν καὶ τὸν υἱὸν τουτονὶ ἐπʼ εὐτυχίαισιν ᾀστέον μοὐγκώμιον. Στρεψιάδης μάκαρ ὦ Στρεψίαδες, αὐτός τʼ ἔφυς ὡς σοφὸς χοἶον τὸν υἱὸν τρέφεις , φήσουσι δή μʼ οἱ φίλοι χοἰ δημόται ζηλοῦντες ἡνίκʼ ἂν σὺ νικᾷς λέγων τὰς δίκας.