αὐτοί τε καὶ τἀρχαῖα καὶ τόκοι τόκων· οὐδὲν γὰρ ἄν με φλαῦρον ἐργάσαισθʼ ἔτι, οἷος ἐμοὶ τρέφεται τοῖσδʼ ἐνὶ δώμασι παῖς, ἀμφήκει γλώττῃ λάμπων, πρόβολος ἐμός, σωτὴρ δόμοις, ἐχθροῖς βλάβη, λυσανίας πατρῴων μεγάλων κακῶν· ὃν κάλεσον τρέχων ἔνδοθεν ὡς ἐμέ. Σωκράτης ὦ τέκνον ὦ παῖ ἔξελθʼ οἴκων, ἄιε σοῦ πατρός. ὅδʼ ἐκεῖνος ἀνήρ. Στρεψιάδης ὦ φίλος ὦ φίλος. Σωκράτης ἄπιθι συλλαβών. Στρεψιάδης ἰὼ ἰὼ τέκνον, ἰὼ ἰοῦ ἰοῦ. ὡς ἥδομαί σου πρῶτα τὴν χρόαν ἰδών. νῦν μέν γʼ ἰδεῖν εἶ πρῶτον ἐξαρνητικὸς κἀντιλογικός, καὶ τοῦτο τοὐπιχώριον ἀτεχνῶς ἐπανθεῖ, τὸ τί λέγεις σύ; καὶ δοκεῖν ἀδικοῦντʼ ἀδικεῖσθαι καὶ κακουργοῦντʼ οἶδʼ ὅτι· ἐπὶ τοῦ προσώπου τʼ ἐστὶν Ἀττικὸν βλέπος. νῦν οὖν ὅπως σώσεις μʼ, ἐπεὶ κἀπώλεσας. Φειδιππίδης φοβεῖ δὲ δὴ τί; Στρεψιάδης τὴν ἕνην τε καὶ νέαν. Φειδιππίδης ἕνη γάρ ἐστι καὶ νέα τις ἡμέρα; Στρεψιάδης εἰς ἥν γε θήσειν τὰ πρυτανεῖά φασί μοι. Φειδιππίδης ἀπολοῦσʼ ἄρʼ αὔθʼ οἱ θέντες· οὐ γὰρ ἔσθʼ ὅπως μίʼ ἡμέρα γένοιτʼ ἂν ἡμέρα δύο. Στρεψιάδης οὐκ ἂν γένοιτο; Φειδιππίδης πῶς γάρ; εἰ μή πέρ γʼ ἅμα αὑτὴ γένοιτʼ ἂν γραῦς τε καὶ νέα γυνή.