κἂν γαμῇ ποτʼ αὐτὸς ἢ τῶν ξυγγενῶν ἢ τῶν φίλων, ὕσομεν τὴν νύκτα πᾶσαν· ὥστʼ ἴσως βουλήσεται κἂν ἐν Αἰγύπτῳ τυχεῖν ὢν μᾶλλον ἢ κρῖναι κακῶς. Στρεψιάδης πέμπτη, τετράς, τρίτη, μετὰ ταύτην δευτέρα, εἶθʼ ἣν ἐγὼ μάλιστα πασῶν ἡμερῶν δέδοικα καὶ πέφρικα καὶ βδελύττομαι, εὐθὺς μετὰ ταύτην ἔσθʼ ἕνη τε καὶ νέα. πᾶς γάρ τις ὀμνὺς οἷς ὀφείλων τυγχάνω, θείς μοι πρυτανεῖʼ ἀπολεῖν μέ φησι κἀξολεῖν, κἀμοῦ μέτριά τε καὶ δίκαιʼ αἰτουμένου, ὦ δαιμόνιε τὸ μέν τι νυνὶ μὴ λάβῃς, τὸ δʼ ἀναβαλοῦ μοι, τὸ δʼ ἄφες , οὔ φασίν ποτε οὕτως ἀπολήψεσθʼ, ἀλλὰ λοιδοροῦσί με ὡς ἄδικός εἰμι, καὶ δικάσεσθαί φασί μοι. νῦν οὖν δικαζέσθων· ὀλίγον γάρ μοι μέλει, εἴπερ μεμάθηκεν εὖ λέγειν Φειδιππίδης. τάχα δʼ εἴσομαι κόψας τὸ φροντιστήριον. παῖ, ἠμί, παῖ παῖ. Σωκράτης Στρεψιάδην ἀσπάζομαι. Στρεψιάδης κἄγωγέ σʼ· ἀλλὰ τουτονὶ πρῶτον λαβέ· χρὴ γὰρ ἐπιθαυμάζειν τι τὸν διδάσκαλον. καί μοι τὸν υἱὸν εἰ μεμάθηκε τὸν λόγον ἐκεῖνον εἴφʼ ὃν ἀρτίως εἰσήγαγες. Σωκράτης μεμάθηκεν. Στρεψιάδης εὖ γʼ ὦ παμβασίλειʼ Ἀπαιόλη. Σωκράτης ὥστʼ ἀποφύγοις ἂν ἥντινʼ ἂν βούλῃ δίκην. Στρεψιάδης κεἰ μάρτυρες παρῆσαν, ὅτʼ ἐδανειζόμην; Σωκράτης πολλῷ γε μᾶλλον, κἂν παρῶσι χίλιοι. Στρεψιάδης βοάσομαί τἄρα τὰν ὑπέρτονον βοάν. ἰὼ κλάετʼ ὦ ʼβολοστάται