ἴθʼ ἀντιβολῶ σʼ ὦ φίλτατʼ ἀνθρώπων ἐμοὶ ἐλθὼν διδάσκου. Φειδιππίδης καὶ τί σοι μαθήσομαι; Στρεψιάδης εἶναι παρʼ αὐτοῖς φασιν ἄμφω τὼ λόγω, τὸν κρείττονʼ, ὅστις ἐστί, καὶ τὸν ἥττονα. τούτοιν τὸν ἕτερον τοῖν λόγοιν, τὸν ἥττονα, νικᾶν λέγοντά φασι τἀδικώτερα. ἢν οὖν μάθῃς μοι τὸν ἄδικον τοῦτον λόγον, ἃ νῦν ὀφείλω διὰ σέ, τούτων τῶν χρεῶν οὐκ ἂν ἀποδοίην οὐδʼ ἂν ὀβολὸν οὐδενί. Φειδιππίδης οὐκ ἂν πιθοίμην· οὐ γὰρ ἂν τλαίην ἰδεῖν τοὺς ἱππέας τὸ χρῶμα διακεκναισμένος. Στρεψιάδης οὐκ ἄρα μὰ τὴν Δήμητρα τῶν γʼ ἐμῶν ἔδει, οὔτʼ αὐτὸς οὔθʼ ὁ ζύγιος οὔθʼ ὁ σαμφόρας· ἀλλʼ ἐξελῶ σʼ ἐς κόρακας ἐκ τῆς οἰκίας. Φειδιππίδης ἀλλʼ οὐ περιόψεταί μʼ ὁ θεῖος Μεγακλέης ἄνιππον. ἀλλʼ εἴσειμι, σοῦ δʼ οὐ φροντιῶ. Στρεψιάδης ἀλλʼ οὐδʼ ἐγὼ μέντοι πεσών γε κείσομαι, ἀλλʼ εὐξάμενος τοῖσιν θεοῖς διδάξομαι αὐτὸς βαδίζων ἐς τὸ φροντιστήριον. πῶς οὖν γέρων ὢν κἀπιλήσμων καὶ βραδὺς λόγων ἀκριβῶν σχινδαλάμους μαθήσομαι; ἰτητέον. τί ταῦτʼ ἔχων στραγγεύομαι, ἀλλʼ οὐχὶ κόπτω τὴν θύραν; παῖ παιδίον. Μαθητής βάλλʼ ἐς κόρακας· τίς ἐσθʼ ὁ κόψας τὴν θύραν; Στρεψιάδης Φείδωνος υἱὸς Στρεψιάδης Κικυννόθεν. Μαθητής ἀμαθής γε νὴ Δίʼ ὅστις οὑτωσὶ σφόδρα ἀπεριμερίμνως τὴν θύραν λελάκτικας καὶ φροντίδʼ ἐξήμβλωκας ἐξηυρημένην. Στρεψιάδης σύγγνωθί μοι· τηλοῦ γὰρ οἰκῶ τῶν ἀγρῶν.