τοὺς εὐρυπρώκτους· τουτονὶ γοῦν οἶδʼ ἐγὼ κἀκεινονὶ καὶ τὸν κομήτην τουτονί. Ἄδικος Λόγος τί δῆτʼ ἐρεῖς; Δίκαιος Λόγος ἡττήμεθʼ· ὦ κινούμενοι πρὸς τῶν θεῶν δέξασθέ μου θοἰμάτιον, ὡς ἐξαυτομολῶ πρὸς ὑμᾶς. Σωκράτης τί δῆτα; πότερα τοῦτον ἀπάγεσθαι λαβὼν βούλει τὸν υἱόν, ἢ διδάσκω σοι λέγειν; Στρεψιάδης δίδασκε καὶ κόλαζε καὶ μέμνησʼ ὅπως εὖ μοι στομώσεις αὐτόν, ἐπὶ μὲν θάτερα οἷον δικιδίοις, τὴν δʼ ἑτέραν αὐτοῦ γνάθον στόμωσον οἵαν ἐς τὰ μείζω πράγματα. Σωκράτης ἀμέλει κομιεῖ τοῦτον σοφιστὴν δεξιόν. Φειδιππίδης ὠχρὸν μὲν οὖν οἶμαί γε καὶ κακοδαίμονα. Χορός χωρεῖτέ νυν. οἶμαι δέ σοι ταῦτα μεταμελήσειν. Χορός τοὺς κριτὰς ἃ κερδανοῦσιν, ἤν τι τόνδε τὸν χορὸν ὠφελῶσʼ ἐκ τῶν δικαίων, βουλόμεσθʼ ἡμεῖς φράσαι. πρῶτα μὲν γάρ, ἢν νεᾶν βούλησθʼ ἐν ὥρᾳ τοὺς ἀγρούς, ὕσομεν πρώτοισιν ὑμῖν, τοῖσι δʼ ἄλλοις ὕστερον. εἶτα τὸν καρπὸν τεκούσας ἀμπέλους φυλάξομεν, ὥστε μήτʼ αὐχμὸν πιέζειν μήτʼ ἄγαν ἐπομβρίαν. ἢν δʼ ἀτιμάσῃ τις ἡμᾶς θνητὸς ὢν οὔσας θεάς, προσεχέτω τὸν νοῦν, πρὸς ἡμῶν οἷα πείσεται κακά, λαμβάνων οὔτʼ οἶνον οὔτʼ ἄλλʼ οὐδὲν ἐκ τοῦ χωρίου. ἡνίκʼ ἂν γὰρ αἵ τʼ ἐλαῖαι βλαστάνωσʼ αἵ τʼ ἄμπελοι, ἀποκεκόψονται· τοιαύταις σφενδόναις παιήσομεν. ἢν δὲ πλινθεύοντʼ ἴδωμεν, ὕσομεν καὶ τοῦ τέγους τὸν κέραμον αὐτοῦ χαλάζαις στρογγύλαις συντρίψομεν.