εἶεν. πάρειμʼ ἐντεῦθεν ἐς τὰς τῆς φύσεως ἀνάγκας. ἥμαρτες, ἠράσθης, ἐμοίχευσάς τι, κᾆτʼ ἐλήφθης· ἀπόλωλας· ἀδύνατος γὰρ εἶ λέγειν. ἐμοὶ δʼ ὁμιλῶν χρῶ τῇ φύσει, σκίρτα, γέλα, νόμιζε μηδὲν αἰσχρόν. μοιχὸς γὰρ ἢν τύχῃς ἁλούς, τάδʼ ἀντερεῖς πρὸς αὐτόν, ὡς οὐδὲν ἠδίκηκας· εἶτʼ ἐς τὸν Δίʼ ἐπανενεγκεῖν, κἀκεῖνος ὡς ἥττων ἔρωτός ἐστι καὶ γυναικῶν· καίτοι σὺ θνητὸς ὢν θεοῦ πῶς μεῖζον ἂν δύναιο; Δίκαιος Λόγος τί δʼ ἢν ῥαφανιδωθῇ πιθόμενός σοι τέφρᾳ τε τιλθῇ, ἕξει τινὰ γνώμην λέγειν τὸ μὴ εὐρύπρωκτος εἶναι; Ἄδικος Λόγος ἢν δʼ εὐρύπρωκτος ᾖ, τί πείσεται κακόν; Δίκαιος Λόγος τί μὲν οὖν ἂν ἔτι μεῖζον πάθοι τούτου ποτέ; Ἄδικος Λόγος τί δῆτʼ ἐρεῖς, ἢν τοῦτο νικηθῇς ἐμοῦ; Δίκαιος Λόγος σιγήσομαι. τί δʼ ἄλλο; Ἄδικος Λόγος φέρε δή μοι φράσον· συνηγοροῦσιν ἐκ τίνων; Δίκαιος Λόγος ἐξ εὐρυπρώκτων. Ἄδικος Λόγος πείθομαι. τί δαί; τραγῳδοῦσʼ ἐκ τίνων; Δίκαιος Λόγος ἐξ εὐρυπρώκτων. Ἄδικος Λόγος εὖ λέγεις. δημηγοροῦσι δʼ ἐκ τίνων; Δίκαιος Λόγος ἐξ εὐρυπρώκτων. Ἄδικος Λόγος ἆρα δῆτʼ ἔγνωκας ὡς οὐδὲν λέγεις; καὶ τῶν θεατῶν ὁπότεροι πλείους σκόπει. Δίκαιος Λόγος καὶ δὴ σκοπῶ. Ἄδικος Λόγος τί δῆθʼ ὁρᾷς; Δίκαιος Λόγος πολὺ πλείονας νὴ τοὺς θεοὺς