τῶν δʼ εὐθέως τὰ πρόσωπα διεγαλήνισεν· εἶτʼ ἐστεφάνουν μʼ εὐαγγέλια· κἀγὼ φρασα αὐτοῖς ἀπόρρητον ποιησάμενος ταχύ, ἵνα τὰς ἀφύας ὠνοῖντο πολλὰς τοὐβολοῦ, τῶν δημιουργῶν ξυλλαβεῖν τὰ τρύβλια. οἱ δʼ ἀνεκρότησαν καὶ πρὸς ἔμʼ ἐκεχήνεσαν. ὁ δʼ ὑπονοήσας ὁ Παφλαγών, εἰδὼς ἄρα οἶς ἥδεθʼ ἡ βουλὴ μάλιστα ῥήμασιν, γνώμην ἔλεξεν· ἄνδρες, ἤδη μοι δοκεῖ ἐπὶ συμφοραῖς ἀγαθαῖσιν εἰσηγγελμέναις εὐαγγέλια θύειν ἑκατὸν βοῦς τῇ θεῷ. ἐπένευσεν εἰς ἐκεῖνον ἡ βουλὴ πάλιν. κἄγωγʼ ὅτε δὴ γʼνων τοῖς βολίτοις ἡττημένος, διακοσίαισι βουσὶν ὑπερηκόντισα, τῇ δʼ Ἀγροτέρᾳ κατὰ χιλιῶν παρῄνεσα εὐχὴν ποιήσασθαι χιμάρων εἰς αὔριον, αἱ τριχίδες εἰ γενοίαθʼ ἑκατὸν τοὐβολοῦ. ἐκαραδόκησεν εἰς ἔμʼ ἡ βουλὴ πάλιν. ὁ δὲ ταῦτʼ ἀκούσας ἐκπλαγεὶς ἐφληνάφα. κᾆθʼ εἷλκον αὐτὸν οἱ πρυτάνεις χοἰ τοξόται. οἱ δʼ ἐθορύβουν περὶ τῶν ἀφύων ἑστηκότες· ὁ δʼ ἠντεβόλει γʼ αὐτοὺς ὀλίγον μεῖναι χρόνον, ἵνʼ ἅτθʼ ὁ κῆρυξ οὑκ Λακεδαίμονος λέγει πύθησθʼ, ἀφῖκται γὰρ περὶ σπονδῶν, λέγων. οἱ δʼ ἐξ ἑνὸς στόματος ἅπαντες ἀνέκραγον· νυνὶ περὶ σπονδῶν; ἐπειδή γʼ ὦ μέλε ᾔσθοντο τὰς ἀφύας παρʼ ἡμῖν ἀξίας. οὐ δεόμεθα σπονδῶν· ὁ πόλεμος ἑρπέτω. ἐκεκράγεσάν τε τοὺς πρυτάνεις ἀφιέναι· εἶθʼ ὑπερεπήδων τοὺς δρυφάκτους πανταχῇ.