μειρακίων θʼ ἅμιλλα λαμπρυνομένων ἐν ἅρμασιν καὶ βαρυδαιμονούντων, δεῦρʼ ἔλθʼ ἐς χορὸν ὦ χρυσοτρίαινʼ ὦ δελφίνων μεδέων Σουνιάρατε, ὦ Γεραίστιε παῖ Κρόνου, Φαρμίωνί τε φίλτατʼ ἐκ τῶν ἄλλων τε θεῶν Ἀθηναίοις πρὸς τὸ παρεστός. Χορός εὐλογῆσαι βουλόμεσθα τοὺς πατέρας ἡμῶν, ὅτι ἄνδρες ἦσαν τῆσδε τῆς γῆς ἄξιοι καὶ τοῦ πέπλου, οἵτινες πεζαῖς μάχαισιν ἔν τε ναυφάρκτῳ στρατῷ πανταχοῦ νικῶντες ἀεὶ τήνδʼ ἐκόσμησαν πόλιν· οὐ γὰρ οὐδεὶς πώποτʼ αὐτῶν τοῦς ἐναντίους ἰδὼν ἠρίθμησεν, ἀλλʼ ὁ θυμὸς εὐθὺς ἦν Ἀμυνίας· εἰ δέ που πέσοιεν ἐς τὸν ὦμον ἐν μάχῃ τινί, τοῦτʼ ἀπεψήσαντʼ ἄν, εἶτʼ ἠρνοῦντο μὴ πεπτωκέναι, ἀλλὰ διεπάλαιον αὖθις. καὶ στρατηγὸς οὐδʼ ἂν εἷς τῶν πρὸ τοῦ σίτησιν ᾔτησʼ ἐρόμενος Κλεαίνετον· νῦν δʼ ἐὰν μὴ προεδρίαν φέρωσι καὶ τὰ σιτία, οὐ μαχεῖσθαί φασιν. ἡμεῖς δʼ ἀξιοῦμεν τῇ πόλει προῖκα γενναίως ἀμύνειν καὶ θεοῖς ἐγχωρίοις. καὶ πρὸς οὐκ αἰτοῦμεν οὐδὲν πλὴν τοσουτονὶ μόνον· ἤν ποτʼ εἰρήνη γένηται καὶ πόνων παυσώμεθα, μὴ φθονεῖθʼ ἡμῖν κομῶσι μηδʼ ἀπεστλεγγισμένοις. Χορός Ὦ πολιοῦχε Παλλάς, ὦ τῆς ἱερωτάτης ἁπασῶν πολέμῳ τε καὶ ποιηταῖς δυνάμει θʼ ὑπερφερούσης μεδέουσα χώρας, δεῦρʼ ἀφικοῦ λαβοῦσα τὴν