εἶτα Κρατίνου μεμνημένος, ὃς πολλῷ ῥεύσας ποτʼ ἐπαίνῳ διὰ τῶν ἀφελῶν πεδίων ἔρρει, καὶ τῆς στάσεως παρασύρων ἐφόρει τὰς δρῦς καὶ τὰς πλατάνους καὶ τοὺς ἐχθροὺς προθελύμνους· ᾆσαι δʼ οὐκ ἦν ἐν ξυμποσίῳ πλὴν Δωροῖ συκοπέδιλε, καὶ τέκτονες εὐπαλάμων ὕμνων· οὕτως ἤνθησεν ἐκεῖνος. νυνὶ δʼ ὑμεῖς αὐτὸν ὁρῶντες παραληροῦντʼ οὐκ ἐλεεῖτε, ἐκπιπτουσῶν τῶν ἠλέκτρων καὶ τοῦ τόνου οὐκέτʼ ἐνόντος τῶν θʼ ἁρμονιῶν διαχασκουσῶν· ἀλλὰ γέρων ὢν περιέρρει, ὥσπερ Κοννᾶς, στέφανον μὲν ἔχων αὖον δίψῃ δʼ ἀπολωλώς, ὃν χρῆν διὰ τὰς προτέρας νίκας πίνειν ἐν τῷ πρυτανείῳ, καὶ μὴ ληρεῖν ἀλλὰ θεᾶσθαι λιπαρὸν παρὰ τῷ Διονύσῳ. οἵας δὲ Κράτης ὀργὰς ὑμῶν ἠνέσχετο καὶ στυφελιγμούς, ὃς ἀπὸ σμικρᾶς δαπάνης ὑμᾶς ἀριστίζων ἀπέπεμπεν, ἀπὸ κραμβοτάτου στόματος μάττων ἀστειοτάτας ἐπινοίας· χοὖτος μέντοι μόνος ἀντήρκει, τοτὲ μὲν πίπτων τοτὲ δʼ οὐχί. ταῦτʼ ὀρρωδῶν διέτριβεν ἀεί, καὶ πρὸς τούτοισιν ἔφασκεν ἐρέτην χρῆναι πρῶτα γενέσθαι πρὶν πηδαλίοις ἐπιχειρεῖν, κᾆτʼ ἐντεῦθεν πρῳρατεῦσαι καὶ τοὺς ἀνέμους διαθρῆσαι, κᾆτα κυβερνᾶν αὐτὸν ἑαυτῷ. τούτων οὖν οὕνεκα πάντων, ὅτι σωφρονικῶς κοὐκ ἀνοήτως ἐσπηδήσας ἐφλυάρει, αἴρεσθʼ αὐτῷ πολὺ τὸ ῥόθιον, παραπέμψατʼ ἐφʼ ἕνδεκα κώπαις Χορός θόρυβον χρηστὸν ληναΐτην, ἵνʼ ὁ ποιητὴς ἀπίῃ χαίρων κατὰ νοῦν πράξας, φαιδρὸς λάμποντι μετώπῳ. Χορός ἵππιʼ ἄναξ Πόσειδον, ᾧ χαλκοκρότων ἵππων κτύπος καὶ χρεμετισμὸς ἁνδάνει καὶ κυανέμβολοι θοαὶ μισθοφόροι τριήρεις,