δάκνειν διαβάλλειν, τοὺς λόφους κατεσθίειν, χὤπως τὰ κάλλαἰ ἀποφαγὼν ἥξεις πάλιν. Χορός ἄλλʼ ἴθι χαίρων, καὶ πράξειας κατὰ νοῦν τὸν ἐμόν, καί σε φυλάττοι Ζεὺς ἀγοραῖος· καὶ νικήσας αὖθις ἐκεῖθεν πάλιν ὡς ἡμᾶς ἔλθοις στεφάνοις κατάπαστος. ὑμεῖς δʼ ἡμῖν προσέχετε τὸν νοῦν τοῖς ἀναπαίστοις, ὦ παντοίας ἤδη Μούσης πειραθέντες καθʼ ἑαυτούς. Χορός εἰ μέν τις ἀνὴρ τῶν ἀρχαίων κωμῳδοδιδάσκαλος ἡμᾶς ἠνάγκαζεν λέξοντας ἔπη πρὸς τὸ θέατρον παραβῆναι, οὐκ ἂν φαύλως ἔτυχεν τούτου· νῦν δʼ ἄξιός ἐσθʼ ὁ ποιητής, ὅτι τοὺς αὐτοὺς ἡμῖν μισεῖ τολμᾷ τε λέγειν τὰ δίκαια, καὶ γενναίως πρὸς τὸν τυφῶ χωρεῖ καὶ τὴν ἐριώλην. ἃ δὲ θαυμάζειν ὑμῶν φησιν πολλοὺς αὐτῷ προσιόντας καὶ βασανίζειν ὡς οὐχὶ πάλαι χορὸν αἰτοίη καθʼ ἑαυτόν, ἡμᾶς ὑμῖν ἐκέλευε φράσαι περὶ τούτου. φησὶ γὰρ ἁνὴρ οὐχ ὑπʼ ἀνοίας τοῦτο πεπονθὼς διατρίβειν, ἀλλὰ νομίζων κωμῳδοδιδασκαλίαν εἶναι χαλεπώτατον ἔργον ἁπάντων· πολλῶν γὰρ δὴ πειρασάντων αὐτὴν ὀλίγοις χαρίσασθαι· ὑμᾶς τε πάλαι διαγιγνώσκων ἐπετείους τὴν φύσιν ὄντας καὶ τοὺς προτέρους τῶν ποιητῶν ἅμα τῷ γήρᾳ προδιδόντας· τοῦτο μὲν εἰδὼς ἅπαθε Μάγνης ἅμα ταῖς πολιαῖς κατιούσαις, ὃς πλεῖστα χορῶν τῶν ἀντιπάλων νίκης ἔστησε τροπαῖα· πάσας δʼ ὑμῖν φωνὰς ἱεὶς καὶ ψάλλων καὶ πτερυγίζων καὶ λυδίζων καὶ ψηνίζων καὶ βαπτόμενος βατραχείοις οὐκ ἐξήρκεσεν, ἀλλὰ τελευτῶν ἐπὶ γήρως, οὐ γὰρ ἐφʼ ἥβης, ἐξεβλήθη πρεσβύτης ὤν, ὅτι τοῦ σκώπτειν ἀπελείφθη·