ᾔκαλλʼ ἐθώπευʼ ἐκολάκευʼ ἐξηπάτα κοσκυλματίοις ἄκροισι τοιαυτὶ λέγων· ὦ Δῆμε λοῦσαι πρῶτον ἐκδικάσας μίαν, ἐνθοῦ ῥόφησον ἔντραγʼ ἔχε τριώβολον. βούλει παραθῶ σοι δόρπον; εἶτʼ ἀναρπάσας ὅ τι ἄν τις ἡμῶν σκευάσῃ, τῷ δεσπότῃ Παφλαγὼν κεχάρισται τοῦτο. καὶ πρώην γʼ ἐμοῦ μᾶζαν μεμαχότος ἐν Πύλῳ Λακωνικήν, πανουργότατά πως περιδραμὼν ὑφαρπάσας αὐτὸς παρέθηκε τὴν ὑπʼ ἐμοῦ μεμαγμένην, ἡμᾶς δʼ ἀπελαύνει κοὐκ ἐᾷ τὸν δεσπότην ἄλλον θεραπεύειν, ἀλλὰ βυρσίνην ἔχων δειπνοῦντος ἑστὼς ἀποσοβεῖ τοὺς ῥήτορας. ᾄδει δὲ χρησμούς· ὁ δὲ γέρων σιβυλλιᾷ. ὁ δʼ αὐτὸν ὡς ὁρᾷ μεμακκοακότα, τέχνην πεποίηται. τοὺς γὰρ ἔνδον ἄντικρυς ψευδῆ διαβάλλει· κᾆτα μαστιγούμεθα ἡμεῖς· Παφλαγὼν δὲ περιθέων τοὺς οἰκέτας αἰτεῖ ταράττει δωροδοκεῖ λέγων τάδε· ὁρᾶτε τὸν Ὕλαν διʼ ἐμὲ μαστιγούμενον; εἰ μή μʼ ἀναπείσετʼ, ἀποθανεῖσθε τήμερον. ἡμεῖς δὲ δίδομεν· εἰ δὲ μή, πατούμενοι ὑπὸ τοῦ γέροντος ὀκταπλάσιον χέζομεν. νῦν οὖν ἀνύσαντε φροντίσωμεν ὦγαθέ, ποίαν ὁδὸν νὼ τρεπτέον καὶ πρὸς τίνα. Νικίας κράτιστʼ ἐκείνην τὴν μόλωμεν ὦγαθέ. Δημοσθένης ἀλλʼ οὐχ οἷόν τε τὸν Παφλαγόνʼ οὐδὲν λαθεῖν· ἐφορᾷ γὰρ οὗτος πάντʼ. ἔχει γὰρ τὸ σκέλος τὸ μὲν ἐν Πύλῳ, τὸ δʼ ἓτερον ἐν τἠκκλησίᾳ. τοσόνδε δʼ αὐτοῦ βῆμα διαβεβηκότος