ἐγᾦδʼ· ἐπὶ γὰρ τοῖς δεδεμένοις χαλκεύεται. Χορός εὖ γʼ εὖ γε, χάλκεὐ ἀντὶ τῶν κολλωμένων. Ἀλλαντοπώλης καὶ ξυγκροτοῦσιν ἄνδρες αὔτʼ ἐκεῖθεν αὖ, καὶ ταῦτά μʼ οὔτʼ ἀργύριον οὔτε χρυσίον διδοὺς ἀναπείσεις οὔτε προσπέμπων φίλους, ὅπως ἐγὼ ταῦτʼ οὐκ Ἀθηναίοις φράσω. Κλέων ἐγὼ μὲν οὖν αὐτίκα μάλʼ ἐς βουλὴν ἰὼν ὑμῶν ἁπάντων τὰς ξυνωμοσίας ἐρῶ, καὶ τὰς ξυνόδους τὰς νυκτερινὰς τὰς ἐν πόλει, καὶ πάνθʼ ἃ Μήδοις καὶ βασιλεῖ ξυνόμνυτε, καὶ τἀκ Βοιωτῶν ταῦτα συντυρούμενα. Ἀλλαντοπώλης πῶς οὖν ὁ τυρὸς ἐν Βοιωτοῖς ὤνιος; Κλέων ἐγώ σε νὴ τὸν Ἡρακλέα παραστορῶ. Χορός ἄγε δὴ σὺ τίνα νοῦν ἢ τίνα ψυχὴν ἔχεις; νυνί γε δείξεις, εἴπερ ἀπεκρύψω τότε ἐς τὼ κοχώνα τὸ κρέας, ὡς αὐτὸς λέγεις· θεύσει γὰρ ᾄξας ἐς τὸ βουλευτήριον, ὡς οὗτος ἐσπεσὼν ἐκεῖσε διαβαλεῖ ἡμᾶς ἅπαντας καὶ κράγον κεκράξεται. Ἀλλαντοπώλης ἀλλʼ εἶμι· πρῶτον δʼ ὡς ἔχω τὰς κοιλίας καὶ τὰς μαχαίρας ἐνθαδὶ καταθήσομαι. Δημοσθένης ἔχε νυν, ἄλειψον τὸν τράχηλον τουτῳί, ἵνʼ ἐξολισθάνειν δύνῃ τὰς διαβολάς. Ἀλλαντοπώλης ἀλλʼ εὖ λέγεις καὶ παιδοτριβικῶς ταυταγί. Δημοσθένης ἔχε νυν, ἐπέγκαψον λαβὼν ταδί. Ἀλλαντοπώλης τί δαί; Δημοσθένης ἵνʼ ἄμεινον ὦ τᾶν ἐσκοροδισμένος μάχῃ. καὶ σπεῦδε ταχέως. Ἀλλαντοπώλης ταῦτα δρῶ. Δημοσθένης μέμνησό νυν