ἑκατονταλάντους τέτταρας. Ἀλλαντοπώλης σὺ δʼ ἀστρατείας γʼ εἴκοσιν, κλοπῆς δὲ πλεῖν ἢ χιλίας. Κλέων ἐκ τῶν ἀλιτηρίων σέ φημι γεγονέναι τῶν τῆς θεοῦ. Ἀλλαντοπώλης τὸν πάππον εἶναί φημί σου τῶν δορυφόρων — Κλέων ποίων; φράσον. Ἀλλαντοπώλης τῶν Βυρσίνης τῆς Ἱππίου. Κλέων κόβαλος εἶ. Ἀλλαντοπώλης πανοῦργος εἶ. Χορός παῖʼ ἀνδρικῶς. Κλέων ἰοὺ ἰού, τύπτουσί μʼ οἱ ξυνωμόται. Χορός παῖʼ αὐτὸν ἀνδρειότατα, καὶ γάστριζε καὶ τοῖς ἐντέροις καὶ τοῖς κόλοις, χὤπως κολᾷ τὸν ἄνδρα. Χορός ὦ γεννικώτατον κρέας ψυχήν τʼ ἄριστε πάντων, καὶ τῇ πόλει σωτὴρ φανεὶς ἡμῖν τε τοῖς πολίταις, ὡς εὖ τὸν ἄνδρα ποικίλως θʼ ὑπῆλθες ἐν λόγοισιν. πῶς ἄν σʼ ἐπαινέσαιμεν οὕτως ὥσπερ ἡδόμεσθα; Κλέων ταυτὶ μὰ τὴν Δήμητρά μʼ οὐκ ἐλάνθανεν τεκταινόμενα τὰ πράγματʼ, ἀλλʼ ἠπιστάμην γομφούμενʼ αὐτὰ πάντα καὶ κολλώμενα. Χορός οἴμοι σὺ δʼ οὐδὲν ἐξ ἁμαξουργοῦ λέγεις; Ἀλλαντοπώλης οὔκουν μʼ ἐν Ἄργει γʼ οἷα πράττεις λανθάνει. πρόφασιν μὲν Ἀργείους φίλους ἡμῖν ποιεῖ, ἰδίᾳ δʼ ἐκεῖ Λακεδαιμονίοις ξυγγίγνεται. καὶ ταῦτʼ ἐφʼ οἷσίν ἐστι συμφυσώμενα