κεχηνότος τὸν πρωκτὸν εἰ χαλαζᾷ. Χορός ἦν ἄρα πυρός γʼ ἕτερα θερμότερα καὶ λόγων ἐν πόλει τῶν ἀναιδῶν ἀναιδέστεροι· καὶ τὸ πρᾶγμʼ ἦν ἄρʼ οὐ φαῦλον ὧδʼ ἀλλʼ ἔπιθι καὶ στρόβει, μηδὲν ὀλίγον ποίει. νῦν γὰρ ἔχεται μέσος· ὡς ἐὰν νυνὶ μαλάξῃς αὐτὸν ἐν τῇ προσβολῇ, δειλὸν εὑρήσεις· ἐγὼ γὰρ τοὺς τρόπους ἐπίσταμαι. Ἀλλαντοπώλης ἀλλʼ ὅμως οὗτος τοιοῦτος ὢν ἅπαντα τὸν βίον, κᾆτʼ ἀνὴρ ἔδοξεν εἶναι, τἀλλότριον ἀμῶν θέρος. νῦν δὲ τοὺς στάχυς ἐκείνους, οὓς ἐκεῖθεν ἤγαγεν, ἐν ξύλῳ δήσας ἀφαύει κἀποδόσθαι βούλεται. Κλέων οὐ δέδοιχʼ ὑμᾶς, ἕως ἂν ζῇ τὸ βουλευτήριον καὶ τὸ τοῦ δήμου πρόσωπον μακκοᾷ καθήμενον. Χορός ὡς δὲ πρὸς πᾶν ἀναιδεύεται κοὐ μεθίστησι τοῦ χρώματος τοῦ παρεστηκότος. εἴ σε μὴ μισῶ, γενοίμην ἐν Κρατίνου κῴδιον, καὶ διδασκοίμην προσᾴδειν Μορσίμου τραγῳδίᾳ. ὦ περὶ πάντʼ ἐπὶ πᾶσί τε πράγμασι δωροδόκοισιν ἐπʼ ἄνθεσιν ἵζων, εἴθε φαύλως ὥσπερ ηὗρες ἐκβάλοις τὴν ἔνθεσιν. ᾄσαιμι γὰρ τότʼ ἂν μόνον, πῖνε πῖνʼ ἐπὶ συμφοραῖς. Χορός τὸν Ἰουλίου τʼ ἂν οἴομαι γέροντα πυροπίπην ἡσθέντʼ ἰηπαιωνίσαι καὶ βακχέβακχον ᾆσαι. Κλέων οὔτοί μʼ ὑπερβαλεῖσθʼ ἀναιδείᾳ μὰ τὸν Ποσειδῶ, ἢ μή ποτʼ ἀγοραίου Διὸς σπλάλχνοισι παραγενοίμην. Ἀλλαντοπώλης ἔγωγε νὴ τοὺς κονδύλους οὓς πολλὰ δὴ ʼπὶ πολλοῖς ἠνεσχόμην ἐκ παιδίων, μαχαιρίδων τε πληγάς, ὑπερβαλεῖσθαί σʼ οἴομαι τούτοισιν, ἢ μάτην γʼ ἂν