ᾤου δυνατὸς εἶναι λέγειν. ὦ μῶρε τῆς ἀνοίας. Ἀλλαντοπώλης τί δαὶ σὺ πίνων τὴν πόλιν πεποίηκας, ὥστε νυνὶ ὑπὸ σοῦ μονωτάτου κατεγλωττισμένην σιωπᾶν; Κλέων ἐμοὶ γὰρ ἀντέθηκας ἀνθρώπων τίνʼ; ὅστις εὐθὺς θύννεια θερμὰ καταφαγών, κᾆτʼ ἐπιπιὼν ἀκράτου οἴνου χοᾶ κασαλβάσω τοὺς ἐν Πύλῳ στρατηγούς. Ἀλλαντοπώλης ἐγὼ δέ γʼ ἤνυστρον βοὸς καὶ κοιλίαν ὑείαν καταβροχθίσας κᾆτʼ ἐπιπιὼν τὸν ζωμὸν ἀναπόνιπτος λαρυγγιῶ τοὺς ῥήτορας καὶ Νικίαν ταράξω. Χορός τὰ μὲν ἄλλα μʼ ἤρεσας λέγων·. ἓν δʼ οὐ προσίεταί με, τῶν πραγμάτων ὁτιὴ μόνος τὸν ζωμὸν ἐκροφήσει. Κλέων ἀλλʼ οὐ λάβρακας καταφαγὼν Μιλησίους κλονήσεις. Ἀλλαντοπώλης ἀλλὰ σχελίδας ἐδηδοκὼς ὠνήσομαι μέταλλα. Κλέων ἐγὼ δʼ ἐπεσπηδῶν γε τὴν βουλὴν βίᾳ κυκήσω. Ἀλλαντοπώλης ἐγὼ δὲ κινήσω γέ σου τὸν πρωκτὸν ἀντὶ φύσκης. Κλέων ἐγὼ δέ γʼ ἐξέλξω σε τῆς πυγῆς θύραζε κύβδα. Χορός νὴ τὸν Ποσειδῶ κἀμέ τἄρʼ, ἤνπερ γε τοῦτον ἕλκῃς. Κλέων οἷόν σε δήσω ʼνʼ τῷ ξύλῳ. Ἀλλαντοπώλης διώξομαί σε δειλίας. Κλέων ἡ βύρσα σου θρανεύσεται. Ἀλλαντοπώλης δερῶ σε θύλακον κλοπῆς. Κλέων διαπατταλευθήσει χαμαί. Ἀλλαντοπώλης περικόμματʼ ἔκ σου σκευάσω. Κλέων τὰς βλεφαρίδας σου παρατιλῶ. Ἀλλαντοπώλης τὸν πρηγορεῶνά σοὐκτεμῶ. Δημοσθένης καὶ νὴ Δίʼ ἐμβαλόντες αὐτῷ πάτταλον μαγειρικῶς ἐς τὸ στόμʼ, εἶτα δʼ ἔνδοθεν τὴν γλῶτταν ἐξείραντες αὐτοῦ σκεψόμεσθʼ εὖ κἀνδρικῶς