ἥπερ μόνη προστατεῖ ῥητόρων; ᾗ σὺ πιστεύων ἀμέλγεις τῶν ξένων τοὺς καρπίμους, πρῶτος ὤν· ὁ δʼ Ἱπποδάμου λείβεται θεώμενος. ἀλλʼ ἐφάνη γὰρ ἀνὴρ ἕτερος πολὺ σοῦ μιαρώτερος, ὥστε με χαίρειν, ὅς σε παύσει καὶ πάρεισι, δῆλός ἐστιν αὐτόθεν, πανουργίᾳ τε καὶ θράσει καὶ κοβαλικεύμασιν. Χορός ἀλλʼ ὦ τραφεὶς ὅθενπέρ εἰσιν ἄνδρες οἵπερ εἰσίν, νῦν δεῖξον ὡς οὐδὲν λέγει τὸ σωφρόνως τραφῆναι. Ἀλλαντοπώλης καὶ μὴν ἀκούσαθʼ οἷός ἐστιν οὑτοσὶ πολίτης. Κλέων οὐκ αὖ μʼ ἐάσεις; Ἀλλαντοπώλης μὰ Δίʼ ἐπεὶ κἀγὼ πονηρός εἰμι. Χορός ἐὰν δὲ μὴ ταύτῃ γʼ ὑπείκῃ, λέγʼ ὅτι κἀκ πονηρῶν. Κλέων οὐκ αὖ μʼ ἐάσεις; Ἀλλαντοπώλης μὰ Δία. Κλέων ναὶ μὰ Δία. Ἀλλαντοπώλης μὰ τὸν Ποσειδῶ. ἀλλʼ αὐτὸ περὶ τοῦ πρότερος εἰπεῖν πρῶτα διαμαχοῦμαι. Κλέων οἴμοι διαρραγήσομαι. Ἀλλαντοπώλης καὶ μὴν ἐγὼ οὐ παρήσω. Χορός πάρες πάρες πρὸς τῶν θεῶν αὐτῷ διαρραγῆναι. Κλέων τῷ καὶ πεποιθὼς ἀξιοῖς ἐμοῦ λέγειν ἔναντα; Ἀλλαντοπώλης ὁτιὴ λέγειν οἷός τε κἀγὼ καὶ καρυκοποιεῖν. Κλέων ἰδοὺ λέγειν. καλῶς γʼ ἂν οὖν σὺ πρᾶγμα προσπεσόν σοι ὠμοσπάρακτον παραλαβὼν μεταχειρίσαιο χρηστῶς. ἀλλʼ οἶσθʼ ὅπερ πεπονθέναι δοκεῖς; ὅπερ τὸ πλῆθος. εἴ που δικίδιον εἶπας εὖ κατὰ ξένου μετοίκου, τὴν νύκτα θρυλῶν καὶ λαλῶν ἐν ταῖς ὁδοῖς σεαυτῷ, ὕδωρ τε πίνων κἀπιδεικνὺς τοὺς φίλους τʼ ἀνιῶν,