ἐν δίκῃ γʼ, ἐπεὶ τὰ κοινὰ πρὶν λαχεῖν κατεσθίεις, κἀποσυκάζεις πιέζων τοὺς ὑπευθύνους σκοπῶν, ὅστις αὐτῶν ὠμός ἐστιν ἢ πέπων ἢ μὴ πέπων, κἄν τινʼ αὐτῶν γνῷς ἀπράγμονʼ ὄντα καὶ κεχηνότα, καταγαγὼν ἐκ Χερρονήσου διαβαλὼν ἀγκυρίσας εἶτʼ ἀποστρέψας τὸν ὦμον αὐτὸν ἐνεκολήβασας· καὶ σκοπεῖς γε τῶν πολιτῶν ὅστις ἐστὶν ἀμνοκῶν, πλούσιος καὶ μὴ πονηρὸς καὶ τρέμων τὰ πράγματα. Κλέων ξυνεπίκεισθʼ ὑμεῖς; ἐγὼ δʼ ἄνδρες διʼ ὑμᾶς τύπτομαι, ὅτι λέγειν γνώμην ἔμελλον ὡς δίκαιον ἐν πόλει ἑστάναι μνημεῖον ὑμῶν ἐστιν ἀνδρείας χάριν. Χορός ὡς δʼ ἀλαζών, ὡς δὲ μάσθλης· εἶδες οἷʼ ὑπέρχεται ὡσπερεὶ γέροντας ἡμᾶς καὶ κοβαλικεύεται; ἀλλʼ ἐὰν ταύτῃ γε νικᾷ, ταυτῃὶ πεπλήξεται· ἢν δʼ ὑπεκκλίνῃ γε δευρί, τὸ σκέλος κυρηβάσει. Κλέων ὦ πόλις καὶ δῆμʼ ὑφʼ οἵων θηρίων γαστρίζομαι. Χορός καὶ κέκραγας, ὥσπερ ἀεὶ τὴν πόλιν καταστρέφει; Κλέων ἀλλʼ ἐγώ σε τῇ βοῇ ταύτῃ γε πρῶτα τρέψομαι. Χορός ἀλλʼ ἐὰν μέντοι γε νικᾷς τῇ βοῇ, τήνελλος εἶ· ἢν δʼ ἀναιδείᾳ παρέλθῃ σʼ, ἡμέτερος ὁ πυραμοῦς. Κλέων τουτονὶ τὸν ἄνδρʼ ἐγὼ ʼνδείκνυμι, καὶ φήμʼ ἐξάγειν ταῖσι Πελοποννησίων τριήρεσι ζωμεύματα. Ἀλλαντοπώλης ναὶ μὰ Δία κἄγωγε τοῦτον, ὅτι κενῇ τῇ κοιλίᾳ ἐσδραμὼν ἐς τὸ πρυτανεῖον, εἶτα πάλιν ἐκθεῖ πλέᾳ. Δημοσθένης νὴ Δίʼ ἐξάγων γε τἀπόρρηθʼ, ἅμʼ ἄρτον καὶ κρέας καὶ τέμαχος, οὗ Περικλέης οὐκ ἠξιώθη πώποτε. Κλέων ἀποθανεῖσθον αὐτίκα μάλα. Ἀλλαντοπώλης τριπλάσιον κεκράξομαί σου. Κλέων καταβοήσομαι βοῶν σε. Ἀλλαντοπώλης κατακεκράξομαί σε κράζων.