αὐτό. Νικίας πάνυ καλῶς. ὥσπερ δεφόμενος νῦν ἀτρέμα πρῶτον λέγε τὸ μόλωμεν, εἶτα δʼ αὐτό, κᾆτʼ ἐπάγων πυκνόν. Δημοσθένης μόλωμεν αὐτὸ μόλωμεν αὐτομολῶμεν. Νικίας ἢν οὐχ ἡδύ; Δημοσθένης νὴ Δία· πλήν γε περὶ τῷ δέρματι δέδοικα τουτονὶ τὸν οἰωνόν. Νικίας τί δαί; Δημοσθένης ὁτιὴ τὸ δέρμα δεφομένων ἀπέρχεται. Νικίας κράτιστα τοίνυν τῶν παρόντων ἐστὶ νῷν, θεῶν ἰόντε προσπεσεῖν του πρὸς βρέτας. Δημοσθένης † ποῖον βρέτας †; ἐτεὸν ἡγεῖ γὰρ θεούς; Νικίας ἔγωγε. Δημοσθένης ποίῳ χρώμενος τεκμηρίῳ; Νικίας ὁτιὴ θεοῖσιν ἐχθρός εἰμʼ. οὐκ εἰκότως; Δημοσθένης εὖ προσβιβάζεις μʼ. ἀλλʼ ἑτέρᾳ πῃ σκεπτέον. βούλει τὸ πρᾶγμα τοῖς θεαταῖσιν φράσω; Νικίας οὐ χεῖρον· ἓν δʼ αὐτοὺς παραιτησώμεθα, ἐπίδηλον ἡμῖν τοῖς προσώποισιν ποιεῖν, ἢν τοῖς ἔπεσι χαίρωσι καὶ τοῖς πράγμασιν. Δημοσθένης λέγοιμʼ ἂν ἤδη. νῷν γάρ ἐστι δεσπότης ἄγροικος ὀργὴν κυαμοτρὼξ ἀκράχολος, Δῆμος πυκνίτης, δύσκολον γερόντιον ὑπόκωφον. οὗτος τῇ προτέρᾳ νουμηνίᾳ ἐπρίατο δοῦλον, βυρσοδέψην Παφλαγόνα, πανουργότατον καὶ διαβολώτατόν τινα. οὗτος καταγνοὺς τοῦ γέροντος τοὺς τρόπους, ὁ βυρσοπαφλαγών, ὑποπεσὼν τὸν δεσπότην