αἴ κεν μὴ πωλεῖν ἀλλᾶντας μᾶλλον ἕλωνται. Ἀλλαντοπώλης πῶς οὖν πρὸς ἐμὲ ταῦτʼ ἐστίν; ἀναδίδασκέ με. Δημοσθένης βυρσαίετος μὲν ὁ Παφλαγών ἐσθʼ οὑτοσί. Ἀλλαντοπώλης τί δʼ ἀγκυλοχήλης ἐστίν; Δημοσθένης αὐτό που λέγει, ὅτι ἀγκύλαις ταῖς χερσὶν ἁρπάζων φέρει. Ἀλλαντοπώλης ὁ δράκων δὲ πρὸς τί; Δημοσθένης τοῦτο περιφανέστατον. ὁ δράκων γάρ ἐστι μακρὸν ὅ τʼ ἀλλᾶς αὖ μακρόν. εἶθʼ αἱματοπώτης ἔσθʼ ὅ τʼ ἀλλᾶς χὠ δράκων· τὸν οὖν δράκοντά φησι τὸν βυρσαίετον ἤδη κρατήσειν, αἴ κε μὴ θαλφθῇ λόγοις. Ἀλλαντοπώλης τὰ μὲν λόγιʼ αἰκάλλει με· θαυμάζω δʼ ὅπως τὸν δῆμον οἷός τʼ ἐπιτροπεύειν εἴμʼ ἐγώ. Δημοσθένης φαυλότατον ἔργον· ταῦθʼ ἅπερ ποιεῖς ποίει· τάραττε καὶ χόρδευʼ ὁμοῦ τὰ πράγματα ἅπαντα, καὶ τὸν δῆμον ἀεὶ προσποιοῦ ὑπογλυκαίνων ῥηματίοις μαγειρικοῖς. τὰ δʼ ἄλλα σοι πρόσεστι δημαγωγικά, φωνὴ μιαρά, γέγονας κακῶς, ἀγοραῖος εἶ· ἔχεις ἅπαντα πρὸς πολιτείαν ἃ δεῖ· χρησμοί τε συμβαίνουσι καὶ τὸ Πυθικόν. ἀλλὰ στεφανοῦ καὶ σπένδε τῷ Κοαλέμῳ· χὤπως ἀμυνεῖ τὸν ἄνδρα. Ἀλλαντοπώλης καὶ τίς ξύμμαχος γενήσεταί μοι; καὶ γὰρ οἵ τε πλούσιοι δεδίασιν αὐτὸν ὅ τε πένης βδύλλει λεώς. Δημοσθένης ἀλλʼ εἰσὶν ἱππῆς ἄνδρες ἀγαθοὶ χίλιοι μισοῦντες αὐτόν, οἳ βοηθήσουσί σοι, καὶ τῶν πολιτῶν οἱ καλοί τε κἀγαθοί,