δεῦρʼ ἔλθʼ, ἵνα πύθῃ ὡς εὐτυχὴς εἶ καὶ μεγάλως εὐδαιμονεῖς. Νικίας ἴθι δὴ κάθελʼ αὐτοῦ τοὐλεὸν καὶ τοῦ θεοῦ τὸν χρησμὸν ἀναδίδαξον αὐτὸν ὡς ἔχει· ἐγὼ δʼ ἰὼν προσκέψομαι τὸν Παφλαγόνα. Δημοσθένης ἄγε δὴ σὺ κατάθου πρῶτα τὰ σκεύη χαμαί· ἔπειτα τὴν γῆν πρόσκυσον καὶ τοὺς θεούς. Ἀλλαντοπώλης ἰδού· τί ἔστιν; Δημοσθένης ὦ μακάριʼ ὦ πλούσιε, ὦ νῦν μὲν οὐδεὶς αὔριον δʼ ὑπέρμεγας, ὦ τῶν Ἀθηνῶν ταγὲ τῶν εὐδαιμόνων. Ἀλλαντοπώλης τί μʼ ὦγάθʼ οὐ πλύνειν ἐᾷς τὰς κοιλίας πωλεῖν τε τοὺς ἀλλᾶντας, ἀλλὰ καταγελᾷς; Δημοσθένης ὦ μῶρε ποίας κοιλίας; δευρὶ βλέπε. τὰς στίχας ὁρᾷς τὰς τῶνδε τῶν λαῶν; Ἀλλαντοπώλης ὁρῶ. Δημοσθένης τούτων ἁπάντων αὐτὸς ἀρχέλας ἔσει, καὶ τῆς ἀγορᾶς καὶ τῶν λιμένων καὶ τῆς πυκνός· βουλὴν πατήσεις καὶ στρατηγοὺς κλαστάσεις, δήσεις φυλάξεις, ἐν πρυτανείῳ λαικάσει. Ἀλλαντοπώλης ἐγώ; Δημοσθένης σὺ μέντοι· κοὐδέπω γε πάνθʼ ὁρᾷς. ἀλλʼ ἐπανάβηθι κἀπὶ τοὐλεὸν τοδὶ καὶ κάτιδε τὰς νήσους ἁπάσας ἐν κύκλῳ. Ἀλλαντοπώλης καθορῶ. Δημοσθένης τί δαί; τἀμπόρια καὶ τὰς ὁλκάδας; Ἀλλαντοπώλης ἔγωγε. Δημοσθένης πῶς οὖν οὐ μεγάλως εὐδαιμονεῖς; ἔτι νῦν τὸν ὀφθαλμὸν παράβαλλʼ ἐς Καρίαν τὸν δεξιόν, τὸν δʼ ἕτερον ἐς Καρχηδόνα.