καὶ πῶς; Δημοσθένης ὅπως; ὁ χρησμὸς ἄντικρυς λέγει ὡς πρῶτα μὲν στυππειοπώλης γίγνεται, ὃς πρῶτος ἕξει τῆς πόλεως τὰ πράγματα. Νικίας εἷς οὑτοσὶ πώλης. τί τοὐντεῦθεν; λέγε. Δημοσθένης μετὰ τοῦτον αὖθις προβατοπώλης δεύτερος. Νικίας δύο τώδε πώλα. καὶ τί τόνδε χρὴ παθεῖν; Δημοσθένης κρατεῖν, ἕως ἕτερος ἀνὴρ βδελυρώτερος αὐτοῦ γένοιτο· μετὰ δὲ ταῦτʼ ἀπόλλυται. ἐπιγίγνεται γὰρ βυρσοπώλης ὁ Παφλαγών, ἅρπαξ κεκράκτης Κυκλοβόρου φωνὴν ἔχων. Νικίας τὸν προβατοπώλην ἦν ἄρʼ ἀπολέσθαι χρεὼν ὑπὸ βυρσοπώλου; Δημοσθένης νὴ Δίʼ. Νικίας οἴμοι δείλαιος. πόθεν οὖν ἂν ἔτι γένοιτο πώλης εἶς μόνος; Δημοσθένης ἔτʼ ἐστὶν εἷς ὑπερφυᾶ τέχνην ἔχων. Νικίας εἴπʼ, ἀντιβολῶ, τίς ἐστιν; Δημοσθένης εἴπω; Νικίας νὴ Δία. Δημοσθένης ἀλλαντοπώλης ἔσθʼ ὁ τοῦτον ἐξολῶν. Νικίας ἀλλαντοπώλης; ὦ Πόσειδον τῆς τέχνης. φέρε ποῦ τὸν ἄνδρα τοῦτον ἐξευρήσομεν; Δημοσθένης ζητῶμεν αὐτόν. Νικίας ἀλλʼ ὁδὶ προσέρχεται ὥσπερ κατὰ θεὸν εἰς ἀγοράν. Δημοσθένης ὦ μακάριε ἀλλαντοπῶλα, δεῦρο δεῦρʼ ὦ φίλτατε ἀνάβαινε σωτὴρ τῇ πόλει καὶ νῷν φανείς. Ἀλλαντοπώλης τί ἔστι; τί με καλεῖτε;