Δημοσθένης ἰατταταιὰξ τῶν κακῶν, ἰατταταῖ. κακῶς Παφλαγόνα τὸν νεώνητον κακὸν αὐταῖσι βουλαῖς ἀπολέσειαν οἱ θεοί. ἐξ οὗ γὰρ εἰσήρρησεν ἐς τὴν οἰκίαν πληγὰς ἀεὶ προστρίβεται τοῖς οἰκέταις. Νικίας κάκιστα δῆθʼ οὗτός γε πρῶτος Παφλαγόνων αὐταῖς διαβολαῖς. Δημοσθένης ὦ κακόδαιμον πῶς ἔχεις; Νικίας κακῶς καθάπερ σύ. Δημοσθένης δεῦρο δὴ πρόσελθʼ, ἵνα ξυναυλίαν κλαύσωμεν Οὐλύμπου νόμον. Δημοσθένης καὶ Νικίας μυμῦ μυμῦ μυμῦ μυμῦ μυμῦ μυμῦ. Δημοσθένης τί κινυρόμεθʼ ἄλλως; οὐκ ἐχρῆν ζητεῖν τινα σωτηρίαν νῷν, ἀλλὰ μὴ κλάειν ἔτι; Νικίας τίς οὖν γένοιτʼ ἄν; Δημοσθένης λέγε σύ. Νικίας σὺ μὲν οὖν μοι λέγε, ἵνα μὴ μάχωμαι. Δημοσθένης μὰ τὸν Ἀπόλλω ʼγὼ μὲν οὔ. Νικίας πῶς ἂν σύ μοι λέξειας ἁμὲ χρὴ λέγειν; Δημοσθένης ἀλλʼ εἰπὲ θαρρῶν, εἶτα κἀγὼ σοὶ φράσω. Νικίας ἀλλʼ οὐκ ἔνι μοι τὸ θρέττε. πῶς ἂν οὖν ποτε εἴποιμʼ ἂν αὐτὸ δῆτα κομψευριπικῶς; Δημοσθένης μὴ ʼμοί γε, μὴ ʼμοί, μὴ διασκανδικίσῃς· ἀλλʼ εὑρέ τινʼ ἀπόκινον ἀπὸ τοῦ δεσπότου. Νικίας λέγε δὴ μόλωμεν ξυνεχὲς ὡδὶ ξυλλαβών. Δημοσθένης καὶ δὴ λέγω μόλωμεν. Νικίας ἐξόπισθε νῦν αὐτὸ φάθι τοῦ μόλωμεν.