ἡμεῖς δὲ λαικαστάς τε καὶ καταπύγονας. Πρέσβυς ἔτει τετάρτῳ δʼ ἐς τὰ βασίλειʼ ἤλθομεν· ἀλλʼ εἰς ἀπόπατον ᾤχετο στρατιὰν λαβών, κἄχεζεν ὀκτὼ μῆνας ἐπὶ χρυσῶν ὀρῶν. Δικαιόπολις πόσου δὲ τὸν πρωκτὸν χρόνου ξυνήγαγεν; Πρέσβυς τῇ πανσελήνῳ· κᾆτʼ ἀπῆλθεν οἴκαδε. εἶτʼ ἐξένιζε· παρετίθει δʼ ἡμῖν ὅλους ἐκ κριβάνου βοῦς. Δικαιόπολις καὶ τίς εἶδε πώποτε βοῦς κριβανίτας; τῶν ἀλαζονευμάτων. Πρέσβυς καὶ ναὶ μὰ Δίʼ ὄρνιν τριπλάσιον Κλεωνύμου παρέθηκεν ἡμῖν· ὄνομα δʼ ἦν αὐτῷ φέναξ. Δικαιόπολις ταῦτʼ ἄρ ἐφενάκιζες σὺ δύο δραχμὰς φέρων. Πρέσβυς καὶ νῦν ἄγοντες ἥκομεν Ψευδαρτάβαν, τὸν βασιλέως ὀφθαλμόν. Δικαιόπολις ἐκκόψειέ γε κόραξ πατάξας, τόν τε σὸν τοῦ πρέσβεως. Κῆρυξ ὁ βασιλέως ὀφθαλμός. Δικαιόπολις ὦναξ Ἡράκλεις. πρὸς τῶν θεῶν ἄνθρωπε ναύφαρκτον βλέπεις; ἢ περὶ ἄκραν κάμπτων νεώσοικον σκοπεῖς; ἄσκωμʼ ἔχεις που περὶ τὸν ὀφθαλμὸν κάτω. Πρέσβυς ἄγε δὴ σὺ βασιλεὺς ἅττα σʼ ἀπέπεμψεν φράσον λέξοντʼ Ἀθηναίοισιν ὦ Ψευδαρτάβα. Ψευδαρτάβας ἰαρταμὰν ἐξάρξαν ἀπισσόνα σάτρα. Πρέσβυς ξυνήκαθʼ ὃ λέγει; Δικαιόπολις μὰ τὸν Ἀπόλλω ʼγὼ μὲν οὔ. Πρέσβυς πέμψειν βασιλέα φησὶν ὑμῖν χρυσίον. λέγε δὴ σὺ μεῖζον καὶ σαφῶς τὸ χρυσίον. Ψευδαρτάβας οὐ λῆψι χρῦσο χαυνόπρωκτʼ Ἰαοναῦ.