νεανίας δʼ οἵους σὺ διαδεδρακότας, τοὺς μὲν ἐπὶ Θρᾴκης μισθοφοροῦντας τρεῖς δραχμάς, Τεισαμενοφαινίππους Πανουργιππαρχίδας, ἑτέρους δὲ παρὰ Χάρητι τοὺς δʼ ἐν Χάοσιν, Γερητοθεοδώρους Διομειαλαζόνας, τοὺς δʼ ἐν Καμαρίνῃ κἀν Γέλα κἀν Καταγέλᾳ. Λάμαχος ἐχειροτονήθησαν γάρ. Δικαιόπολις αἴτιον δὲ τί ὑμᾶς μὲν ἀεὶ μισθοφορεῖν ἁμῃγέπῃ, τωνδὶ δὲ μηδένʼ; ἐτεὸν ὦ Μαριλάδη ἤδη πεπρέσβευκας σὺ πολιὸς ὢν † ἓν ἢ; † ἀνένευσε· καίτοι γʼ ἐστὶ σώφρων κἀργάτης. τί δαὶ Δράκυλλος ἢ Εὐφορίδης ἢ Πρινίδης; εἶδέν τις ὑμῶν τἀκβάτανʼ ἢ τοὺς Χάονας; οὔ φασιν. ἀλλʼ ὁ Κοισύρας καὶ Λάμαχος, οἷς ὑπʼ ἐράνου τε καὶ χρεῶν πρώην ποτέ, ὥσπερ ἀπόνιπτρον ἐκχέοντες ἑσπέρας, ἅπαντες ἐξίστω παρῄνουν οἱ φίλοι. Λάμαχος ὦ δημοκρατία ταῦτα δῆτʼ ἀνασχετά; Δικαιόπολις οὐ δῆτʼ ἐὰν μὴ μισθοφορῇ γε Λάμαχος. Λάμαχος ἀλλʼ οὖν ἐγὼ μὲν πᾶσι Πελοποννησίοις ἀεὶ πολεμήσω καὶ ταράξω πανταχῇ καὶ ναυσὶ καὶ πεζοῖσι κατὰ τὸ καρτερόν. Δικαιόπολις ἐγὼ δὲ κηρύττω γε Πελοποννησίοις ἅπασι καὶ Μεγαρεῦσι καὶ Βοιωτίοις πωλεῖν ἀγοράζειν πρὸς ἐμέ, Λαμάχῳ δὲ μή. Χορός ἁνὴρ νικᾷ τοῖσι λόγοισιν, καὶ τὸν δῆμον μεταπείθει περὶ τῶν σπονδῶν. ἀλλʼ ἀποδύντες τοῖς ἀναπαίστοις ἐπίωμεν. Χορός ἐξ οὗ γε χοροῖσιν ἐφέστηκεν τρυγικοῖς ὁ διδάσκαλος ἡμῶν, οὔπω παρέβη πρὸς τὸ θέατρον λέξων ὡς δεξιός ἐστιν·