σκορόδων, ἐλαῶν, κρομμύων ἐν δικτύοις, στεφάνων, τριχίδων, αὐλητρίδων, ὑπωπίων· τὸ νεώριον δʼ αὖ κωπέων πλατουμένων, τύλων ψοφούντων, θαλαμιῶν τροπουμένων, αὐλῶν, κελευστῶν, νιγλάρων, συριγμάτων. ταῦτʼ οἶδʼ ὅτι ἂν ἐδρᾶτε· τὸν δὲ Τήλεφον οὐκ οἰόμεσθα; νοῦς ἄρʼ ἡμῖν οὐκ ἔνι. Ἡμιχόριον Α ἄληθες ὦπίτριπτε καί μιαρώτατε; ταυτὶ σὺ τολμᾷς πτωχὸς ὢν ἡμᾶς λέγειν, καὶ συκοφάντης εἴ τις ἦν ὠνείδισας; Ἡμιχόριον Β νὴ τὸν Ποσειδῶ καὶ λέγει γʼ ἅπερ λέγει δίκαια πάντα κοὐδὲν αὐτῶν ψεύδεται. Ἡμιχόριον Α εἶτʼ εἰ δίκαια, τοῦτον εἰπεῖν αὔτʼ ἐχρῆν; ἀλλʼ οὔτι χαίρων ταῦτα τολμήσει λέγειν. Ἡμιχόριον Β οὗτος σὺ ποῖ θεῖς; οὐ μενεῖς; ὡς εἰ θενεῖς τὸν ἄνδρα τοῦτον, αὐτὸς ἀρθήσει τάχα. Ἡμιχόριον Α ἰὼ Λάμαχʼ ὦ βλέπων ἀστραπάς, βοήθησον ὦ γοργολόφα φανείς, ἰὼ Λάμαχʼ ὦ φίλʼ ὦ φυλέτα· εἴτε τις ἔστι ταξίαρχος ἢ στρατηγὸς ἢ τειχομάχας ἀνήρ, βοηθησάτω τις ἀνύσας. ἐγὼ γὰρ ἔχομαι μέσος. Λάμαχος πόθεν βοῆς ἤκουσα πολεμιστηρίας; ποῖ χρὴ βοηθεῖν; ποῖ κυδοιμὸν ἐμβαλεῖν; τίς Γοργόνʼ ἐξήγειρεν ἐκ τοῦ σάγματος; Δικαιόπολις ὦ Λάμαχʼ ἥρως, τῶν λόφων καὶ τῶν λόχων. Ἡμιχόριον Α ὦ Λάμαχʼ, οὐ γὰρ οὗτος ἅνθρωπος πάλαι ἅπασαν ἡμῶν τὴν πόλιν κακορροθεῖ; Λάμαχος οὗτος σὺ τολμᾷς πτωχὸς ὢν λέγειν τάδε; Δικαιόπολις ὦ Λάμαχʼ ἥρως, ἀλλὰ συγγνώμην ἔχε,