οἱ τοξόται. Ἀμφίθεος ὦ Τριπτόλεμε καὶ Κελεὲ περιόψεσθέ με; Δικαιόπολις ὦνδρες πρυτάνεις ἀδικεῖτε τὴν ἐκκλησίαν τὸν ἄνδρʼ ἀπάγοντες, ὅστις ἡμῖν ἤθελε σπονδὰς ποιεῖσθαι καὶ κρεμάσαι τὰς ἀσπίδας. Κῆρυξ κάθησο, σῖγα. Δικαιόπολις μὰ τὸν Ἀπόλλω ʼγὼ μὲν οὔ, ἢν μὴ περὶ εἰρήνης γε πρυτανεύσητέ μοι. Κῆρυξ οἱ πρέσβεις οἱ παρὰ βασιλέως. Δικαιόπολις ποίου βασιλέως; ἄχθομαι ʼγὼ πρέσβεσιν καὶ τοῖς ταὧσι τοῖς τʼ ἀλαζονεύμασιν. Κῆρυξ σίγα. Δικαιόπολις βαβαιάξ. ὦκβάτανα τοῦ σχήματος. Πρέσβυς ἐπέμψαθʼ ἡμᾶς ὡς βασιλέα τὸν μέγαν μισθὸν φέροντας δύο δραχμὰς τῆς ἡμέρας ἐπʼ Εὐθυμένους ἄρχοντος. Δικαιόπολις οἴμοι τῶν δραχμῶν. Πρέσβυς καὶ δῆτʼ ἐτρυχόμεσθα διὰ Καϋστρίων πεδίων ὁδοιπλανοῦντες ἐσκηνημένοι, ἐφʼ ἁρμαμαξῶν μαλθακῶς κατακείμενοι, ἀπολλύμενοι. Δικαιόπολις σφόδρα γὰρ ἐσῳζόμην ἐγὼ παρὰ τὴν ἔπαλξιν ἐν φορυτῷ κατακείμενος. Πρέσβυς ξενιζόμενοι δὲ πρὸς βίαν ἐπίνομεν ἐξ ὑαλίνων ἐκπωμάτων καὶ χρυσίδων ἄκρατον οἶνον ἡδύν. Δικαιόπολις ὦ Κραναὰ πόλις ἆρʼ αἰσθάνει τὸν κατάγελων τῶν πρέσβεων; Πρέσβυς οἱ βάρβαροι γὰρ ἄνδρας ἡγοῦνται μόνους τοὺς πλεῖστα δυναμένους καταφαγεῖν καὶ πιεῖν.