κεἴ που σίκυον ἴδοιεν ἢ λαγῴδιον ἢ χοιρίδιον ἢ σκόροδον ἢ χόνδρους ἅλας, ταῦτʼ ἦν Μεγαρικὰ κἀπέπρατʼ αὐθημερόν. καὶ ταῦτα μὲν δὴ σμικρὰ κἀπιχώρια, πόρνην δὲ Σιμαίθαν ἰόντες Μεγαράδε νεανίαι κλέπτουσι μεθυσοκότταβοι· κᾆθʼ οἱ Μεγαρῆς ὀδύναις πεφυσιγγωμένοι ἀντεξέκλεψαν Ἀσπασίας πόρνα δύο· κἀντεῦθεν ἀρχὴ τοῦ πολέμου κατερράγη Ἕλλησι πᾶσιν ἐκ τριῶν λαικαστριῶν. ἐντεῦθεν ὀργῇ Περικλέης οὑλύμπιος ἤστραπτʼ ἐβρόντα ξυνεκύκα τὴν Ἑλλάδα, ἐτίθει νόμους ὥσπερ σκόλια γεγραμμένους, ὡς χρὴ Μεγαρέας μήτε γῇ μήτʼ ἐν ἀγορᾷ μήτʼ ἐν θαλάττῃ μήτʼ ἐν οὐρανῷ μένειν. ἐντεῦθεν οἱ Μεγαρῆς, ὅτε δὴ ʼπείνων βάδην, Λακεδαιμονίων ἐδέοντο τὸ ψήφισμʼ ὅπως μεταστραφείη τὸ διὰ τὰς λαικαστρίας· κοὐκ ἠθέλομεν ἡμεῖς δεομένων πολλάκις. κἀντεῦθεν ἤδη πάταγος ἦν τῶν ἀσπίδων. ἐρεῖ τις, οὐ χρῆν· ἀλλὰ τί ἐχρῆν, εἴπατε. φέρʼ εἰ Λακεδαιμονίων τις ἐκπλεύσας σκάφει ἀπέδοτο φήνας κυνίδιον Σεριφίων, καθῆσθʼ ἂν ἐν δόμοισιν; ἦ πολλοῦ γε δεῖ· καὶ κάρτα μέντἂν εὐθέως καθείλκετε τριακοσίας ναῦς, ἦν δʼ ἂν ἡ πόλις πλέα θορύβου στρατιωτῶν, περὶ τριηράρχου βοῆς, μισθοῦ διδομένου, παλλαδίων χρυσουμένων, στοᾶς στεναχούσης, σιτίων μετρουμένων, ἀσκῶν, τροπωτήρων, κάδους ὠνουμένων,