τόλμησον ἴθι χώρησον, ἄγαμαι καρδίας. Χορός τί δράσεις; τί φήσεις; εὖ ἴσθι νυν ἀναίσχυντος ὢν σιδηροῦς τʼ ἀνήρ, ὅστις παρασχὼν τῇ πόλει τὸν αὐχένα ἅπασι μέλλεις εἷς λέγειν τἀναντία. ἁνὴρ οὐ τρέμει τὸ πρᾶγμʼ. εἶά νυν, ἐπειδήπερ αὐτὸς αἱρεῖ, λέγε. Δικαιόπολις μή μοι φθονήσητʼ ἄνδρες οἱ θεώμενοι, εἰ πτωχὸς ὢν ἔπειτʼ ἐν Ἀθηναίοις λέγειν μέλλω περὶ τῆς πόλεως, τρυγῳδίαν ποιῶν. τὸ γὰρ δίκαιον οἶδε καὶ τρυγῳδία. ἐγὼ δὲ λέξω δεινὰ μὲν δίκαια δέ. οὐ γάρ με νῦν γε διαβαλεῖ Κλέων ὅτι ξένων παρόντων τὴν πόλιν κακῶς λέγω. αὐτοὶ γάρ ἐσμεν οὑπὶ Ληναίῳ τʼ ἀγών, κοὔπω ξένοι πάρεισιν· οὔτε γὰρ φόροι ἥκουσιν οὔτʼ ἐκ τῶν πόλεων οἱ ξύμμαχοι· ἀλλʼ ἐσμὲν αὐτοὶ νῦν γε περιεπτισμένοι· τοὺς γὰρ μετοίκους ἄχυρα τῶν ἀστῶν λέγω. ἐγὼ δὲ μισῶ μὲν Λακεδαιμονίους σφόδρα, καὐτοῖς ὁ Ποσειδῶν οὑπὶ Ταινάρῳ θεὸς σείσας ἅπασιν ἐμβάλοι τὰς οἰκίας· κἀμοὶ γάρ ἐστʼ ἀμπέλια διακεκομμένα. ἀτὰρ φίλοι γὰρ οἱ παρόντες ἐν λόγῳ, τί ταῦτα τοὺς Λάκωνας αἰτιώμεθα; ἡμῶν γὰρ ἄνδρες, κοὐχὶ τὴν πόλιν λέγω, μέμνησθε τοῦθʼ ὅτι οὐχὶ τὴν πόλιν λέγω, ἀλλʼ ἀνδράρια μοχθηρά, παρακεκομμένα, ἄτιμα καὶ παράσημα καὶ παράξενα, ἐσυκοφάντει Μεγαρέων τὰ χλανίσκια·