κοτυλίσκιον τὸ χεῖλος ἀποκεκρουσμένον. Εὐριπίδης φθείρου λαβὼν τόδʼ· ἴσθʼ ὀχληρὸς ὢν δόμοις. Δικαιόπολις οὔπω μὰ Δίʼ· οἶσθʼ οἷʼ αὐτὸς ἐργάζει κακά. ἀλλʼ ὦ γλυκύτατʼ Εὐριπίδη τουτὶ μόνον δός μοι χυτρίδιον σφογγίῳ βεβυσμένον. Εὐριπίδης ὦνθρωπʼ ἀφαιρήσει με τὴν τραγῳδίαν· ἄπελθε ταυτηνὶ λαβών. Δικαιόπολις ἀπέρχομαι. καίτοι τί δράσω; δεῖ γὰρ ἑνὸς οὗ μὴ τυχὼν ἀπόλωλʼ. ἄκουσον ὦ γλυκύτατʼ Εὐριπίδη· τουτὶ λαβὼν ἄπειμι κοὐ πρόσειμʼ ἔτι· ἐς τὸ σπυρίδιον ἰσχνά μοι φυλλεῖα δός. Εὐριπίδης ἀπολεῖς μʼ. ἰδού σοι. φροῦδά μοι τὰ δράματα. Δικαιόπολις ἀλλʼ οὐκέτʼ, ἀλλʼ ἄπειμι. καὶ γάρ εἰμʼ ἄγαν ὀχληρός, οὐ δοκῶν με κοιράνους στυγεῖν. οἴμοι κακοδαίμων, ὡς ἀπόλωλʼ. ἐπελαθόμην ἐν ᾧπέρ ἐστι πάντα μοι τὰ πράγματα. Εὐριπίδιον ὦ φιλτάτιον καὶ γλυκύτατον, κάκιστʼ ἀπολοίμην, εἴ τί σʼ αἰτήσαιμʼ ἔτι, πλὴν ἓν μόνον, τουτὶ μόνον τουτὶ μόνον, σκάνδικά μοι δὸς μητρόθεν δεδεγμένος. Εὐριπίδης ἁνὴρ ὑβρίζει· κλῇε πηκτὰ δωμάτων. Δικαιόπολις ὦ θύμʼ ἄνευ σκάνδικος ἐμπορευτέα. ἆρʼ οἶσθʼ ὅσον τὸν ἀγῶνʼ ἀγωνιεῖ τάχα, μέλλων ὑπὲρ Λακεδαιμονίων ἀνδρῶν λέγειν; πρόβαινέ νυν ὦ θυμέ· γραμμὴ δʼ αὑτηί. ἕστηκας; οὐκ εἶ καταπιὼν Εὐριπίδην; ἐπῄνεσʼ· ἄγε νυν ὦ τάλαινα καρδία ἄπελθʼ ἐκεῖσε, κᾆτα τὴν κεφαλὴν ἐκεῖ παράσχες εἰποῦσʼ ἅττʼ ἂν αὐτῇ σοι δοκῇ.