ἀλλʼ ἐκκυκλήθητʼ. Εὐριπίδης ἀλλʼ ἀδύνατον. Δικαιόπολις ἀλλʼ ὅμως. Εὐριπίδης ἀλλʼ ἐκκυκλήσομαι· καταβαίνειν δʼ οὐ σχολή. Δικαιόπολις Εὐριπίδη, Εὐριπίδης τί λέλακας; Δικαιόπολις ἀναβάδην ποιεῖς, ἐξὸν καταβάδην; οὐκ ἐτὸς χωλοὺς ποιεῖς. ἀτὰρ τί τὰ ῥάκιʼ ἐκ τραγῳδίας ἔχεις, ἐσθῆτʼ ἐλεινήν; οὐκ ἐτὸς πτωχοὺς ποιεῖς. ἀλλʼ ἀντιβολῶ πρὸς τῶν γονάτων σʼ Εὐριπίδη, δός μοι ῥάκιόν τι τοῦ παλαιοῦ δράματος. δεῖ γάρ με λέξαι τῷ χορῷ ῥῆσιν μακράν· αὕτη δὲ θάνατον, ἢν κακῶς λέξω, φέρει. Εὐριπίδης τὰ ποῖα τρύχη; μῶν ἐν οἷς Οἰνεὺς ὁδὶ ὁ δύσποτμος γεραιὸς ἠγωνίζετο; Δικαιόπολις οὐκ Οἰνέως ἦν, ἀλλʼ ἔτʼ ἀθλιωτέρου. Εὐριπίδης τὰ τοῦ τυφλοῦ Φοίνικος; Δικαιόπολις οὐ Φοίνικος, οὔ· ἀλλʼ ἕτερος ἦν Φοίνικος ἀθλιώτερος. Εὐριπίδης ποίας ποθʼ ἁνὴρ λακίδας αἰτεῖται πέπλων; ἀλλʼ ἦ Φιλοκτήτου τὰ τοῦ πτωχοῦ λέγεις; Δικαιόπολις οὐκ ἀλλὰ τούτου πολὺ πολὺ πτωχιστέρου. Εὐριπίδης ἀλλʼ ἦ τὰ δυσπινῆ ʼθέλεις πεπλώματα, ἃ Βελλεροφόντης εἶχʼ ὁ χωλὸς οὑτοσί; Δικαιόπολις οὐ Βελλεροφόντης· ἀλλὰ κἀκεῖνος μὲν ἦν χωλὸς προσαιτῶν στωμύλος δεινὸς λέγειν. Εὐριπίδης οἶδʼ ἄνδρα Μυσὸν Τήλεφον. Δικαιόπολις ναὶ Τήλεφον· τούτου δὸς ἀντιβολῶ σέ μοι τὰ σπάργανα.