κἀκυκλοβόρει κἄπλυνεν, ὥστʼ ὀλίγου πάνυ ἀπωλόμην μολυνοπραγμονούμενος. νῦν οὖν με πρῶτον πρὶν λέγειν ἐάσατε ἐνσκευάσασθαί μʼ οἷον ἀθλιώτατον. Χορός τί ταῦτα στρέφει τεχνάζεις τε καὶ πορίζεις τριβάς; λαβὲ δʼ ἐμοῦ γʼ ἓνεκα παρʼ Ἱερωνύμου σκοτοδασυπυκνότριχά τινʼ Ἄιδος κυνῆν· ἀλλʼ ἐξάνοιγε μηχανὰς τὰς Σισύφου, ὡς σκῆψιν ἁγὼν οὗτος οὐκ ἐσδέξεται. Δικαιόπολις ὥρα ʼστὶν ἤδη καρτερὰν ψυχὴν λαβεῖν, καί μοι βαδιστέʼ ἐστὶν ὡς Εὐριπίδην. παῖ παῖ. Κηφισόφων τίς οὗτος, Δικαιόπολις ἔνδον ἔστʼ Εὐριπίδης; Κηφισόφων οὐκ ἔνδον ἔνδον ἐστίν, εἰ γνώμην ἔχεις. Δικαιόπολις πῶς ἔνδον εἶτʼ οὐκ ἔνδον; Κηφισόφων ὀρθῶς ὦ γέρον. ὁ νοῦς μὲν ἔξω ξυλλέγων ἐπύλλια οὐκ ἔνδον, αὐτὸς δʼ ἔνδον ἀναβάδην ποιεῖ τραγῳδίαν. Δικαιόπολις ὦ τρισμακάριʼ Εὐριπίδη, ὅθʼ ὁ δοῦλος οὑτωσὶ σαφῶς ἀπεκρίνατο. ἐκκάλεσον αὐτόν. Κηφισόφων ἀλλʼ ἀδύνατον. Δικαιόπολις ἀλλʼ ὅμως· οὐ γὰρ ἂν ἀπέλθοιμʼ, ἀλλὰ κόψω τὴν θύραν. Εὐριπίδη, Εὐριπίδιον, ὑπάκουσον, εἴπερ τώποτʼ ἀνθρώπων τινί· Δικαιόπολις καλεῖ σε Χολλῄδης, ἐγώ. Εὐριπίδης ἀλλʼ οὐ σχολή.