ὀλίγου τʼ ἀπέθανον ἄνθρακες Παρνήθιοι, καὶ ταῦτα διὰ τὴν ἀτοπίαν τῶν δημοτῶν. ὑπὸ τοῦ δέους δὲ τῆς μαρίλης μοι συχνὴν ὁ λάρκος ἐνετίλησεν ὥσπερ σηπία. δεινὸν γὰρ οὕτως ὀμφακίαν πεφυκέναι τὸν θυμὸν ἀνδρῶν ὥστε βάλλειν καὶ βοᾶν ἐθέλειν τʼ ἀκοῦσαι μηδὲν ἴσον ἴσῳ φέρον, ἐμοῦ ʼθέλοντος ὑπὲρ ἐπιξήνου λέγειν ὑπὲρ Λακεδαιμονίων ἅπανθʼ ὅσʼ ἂν λέγω· καίτοι φιλῶ γε τὴν ἐμὴν ψυχὴν ἐγώ. Χορός τί οὖν οὐ λέγεις, ἐπίξηνον ἐξενεγκὼν θύραζʼ, ὅ τι ποτʼ ὦ σχέτλιε τὸ μέγα τοῦτʼ ἔχεις; πάνυ γὰρ ἔμεγε πόθος ὅ τι φρονεῖς ἔχει. ἀλλʼ ᾗπερ αὐτὸς τὴν δίκην διωρίσω, θεὶς δεῦρο τοὐπίξηνον ἐγχείρει λέγειν. Δικαιόπολις ἰδοὺ θεᾶσθε, τὸ μὲν ἐπίξηνον τοδί, ὁ δʼ ἀνὴρ ὁ λέξων οὑτοσὶ τυννουτοσί. ἀμέλει μὰ τὸν Δίʼ οὐκ ἐνασπιδώσομαι, λέξω δʼ ὑπὲρ Λακεδαιμονίων ἅ μοι δοκεῖ. καίτοι δέδοικα πολλά· τούς τε γὰρ τρόπους τοὺς τῶν ἀγροίκων οἶδα χαίροντας σφόδρα, ἐάν τις αὐτοὺς εὐλογῇ καὶ τὴν πόλιν ἀνὴρ ἀλαζὼν καὶ δίκαια κἄδικα· κἀνταῦθα λανθάνουσʼ ἀπεμπολώμενοι· τῶν τʼ αὖ γερόντων οἶδα τὰς ψυχὰς ὅτι οὐδὲν βλέπουσιν ἄλλο πλὴν ψηφηδακεῖν. αὐτός τʼ ἐμαυτὸν ὑπὸ Κλέωνος ἅπαθον ἐπίσταμαι διὰ τὴν πέρυσι κωμῳδίαν. εἰσελκύσας γάρ μʼ ἐς τὸ βουλευτήριον διέβαλλε καὶ ψευδῆ κατεγλώττιζέ μου