στένω κέχηνα σκορδινῶμαι πέρδομαι, ἀπορῶ γράφω παρατίλλομαι λογίζομαι, ἀποβλέπων ἐς τὸν ἀγρὸν εἰρήνης ἐρῶν, στυγῶν μὲν ἄστυ τὸν δʼ ἐμὸν δῆμον ποθῶν, ὃς οὐδεπώποτʼ εἶπεν, ἄνθρακας πρίω, οὐκ ὄξος οὐκ ἔλαιον, οὐδʼ ᾔδει πρίω, ἀλλʼ αὐτὸς ἔφερε πάντα χὠ πρίων ἀπῆν. νῦν οὖν ἀτεχνῶς ἥκω παρεσκευασμένος βοᾶν ὑποκρούειν λοιδορεῖν τοὺς ῥήτορας, ἐάν τις ἄλλο πλὴν περὶ εἰρήνης λέγῃ. ἀλλʼ οἱ πρυτάνεις γὰρ οὑτοιὶ μεσημβρινοί. οὐκ ἠγόρευον; τοῦτʼ ἐκεῖνʼ οὑγὼ ʼλεγον· ἐς τὴν προεδρίαν πᾶς ἀνὴρ ὠστίζεται. Κῆρυξ πάριτʼ ἐς τὸ πρόσθεν, πάριθʼ, ὡς ἂν ἐντὸς ἦτε τοῦ καθάρματος. Ἀμφίθεος ἤδη τις εἶπε; Κῆρυξ τίς ἀγορεύειν βούλεται; Ἀμφίθεος ἐγώ. Κῆρυξ τίς ὤν; Ἀμφίθεος Ἀμφίθεος. Κῆρυξ οὐκ ἄνθρωπος; Ἀμφίθεος οὔ, ἀλλʼ ἀθάνατος. ὁ γὰρ Ἀμφίθεος Δήμητρος ἦν καὶ Τριπτολέμου· τούτου δὲ Κελεὸς γίγνεται· γαμεῖ δὲ Κελεὸς Φαιναρέτην τήθην ἐμήν, ἐξ ἧς Λυκῖνος ἐγένεʼ· ἐκ τούτου δʼ ἐγὼ ἀθάνατός εἰμʼ· ἐμοὶ δʼ ἐπέτρεψαν οἱ θεοὶ σπονδὰς ποιεῖσθαι πρὸς Λακεδαιμονίους μόνῳ. ἀλλʼ ἀθάνατος ὢν ὦνδρες ἐφόδιʼ οὐκ ἔχω· οὐ γὰρ διδόασιν οἱ πρυτάνεις.