Ἡράκλεις τουτὶ τί ἐστι; τὴν χύτραν συντρίψετε. Χορός σὲ μὲν οὖν καταλεύσομεν ὦ μιαρὰ κεφαλή. Δικαιόπολις ἀντὶ ποίας αἰτίας ὦχαρνέων γεραίτατοι; Χορός τοῦτʼ ἐρωτᾷς; ἀναίσχυντος εἶ καὶ βδελυρὸς ὦ προδότα τῆς πατρίδος, ὅστις ἡμῶν μόνος σπεισάμενος εἶτα δύνασαι πρὸς ἔμʼ ἀποβλέπειν. Δικαιόπολις ἀντὶ δʼ ὧν ἐσπεισάμην οὐκ ἴστε. μἀλλαʼ ἀκούσατε. Χορός σοῦ γʼ ἀκούσωμεν; ἀπολεῖ· κατά σε χώσομεν τοῖς λίθοις. Δικαιόπολις μηδαμῶς πρὶν ἄν γʼ ἀκούσητʼ· ἀλλʼ ἀνάσχεσθʼ ὦγαθοί. Χορός οὐκ ἀνασχήσομαι· μηδὲ λέγε μοι σὺ λόγον· ὡς μεμίσηκά σε Κλέωνος ἔτι μᾶλλον, ὃν ἐγὼ κατατεμῶ ποθʼ ἱππεῦσι καττύματα. Χορός σοῦ δʼ ἐγὼ λόγους λέγοντος οὐκ ἀκούσομαι μακρούς, ὅστις ἐσπείσω Λάκωσιν, ἀλλὰ τιμωρήσομαι. Δικαιόπολις ὦγαθοὶ τοὺς μὲν Λάκωνας ἐκποδὼν ἐάσατε, τῶν δʼ ἐμῶν σπονδῶν ἀκούσατʼ, εἰ καλῶς ἐσπεισάμην. Χορός πῶς δέ γʼ ἂν καλῶς λέγοις ἄν, εἴπερ ἐσπείσω γʼ ἅπαξ οἷσιν οὔτε βωμὸς οὔτε πίστις οὔθʼ ὅρκος μένει; Δικαιόπολις οἶδʼ ἐγὼ καὶ τοὺς Λάκωνας, οἷς ἄγαν ἐγκείμεθα, οὐχ ἁπάντων ὄντας ἡμῖν αἰτίους τῶν πραγμάτων. Χορός οὐχ ἁπάντων ὦ πανοῦργε; ταῦτα δὴ τολμᾷς λέγειν ἐμφανῶς ἤδη πρὸς ἡμᾶς; εἶτʼ ἐγώ σου φείσομαι; Δικαιόπολις οὐχ ἁπάντων, οὐχ ἁπάντων· ἀλλʼ ἐγὼ λέγων ὁδὶ πόλλʼ ἂν ἀποφήναιμʼ ἐκείνους ἔσθʼ ἃ κἀδικουμένους. Χορός τοῦτο τοὔπος δεινὸν ἤδη καὶ ταραξικάρδιον, εἰ σὺ τολμήσεις ὑπὲρ τῶν πολεμίων ἡμῖν λέγειν. Δικαιόπολις κἄν γε μὴ λέγω δίκαια μηδὲ τῷ πλήθει δοκῶ, ὑπὲρ ἐπιξήνου ʼθελήσω τὴν κεφαλὴν ἔχων λέγειν. Χορός εἰπέ μοι τί φειδόμεσθα τῶν λίθων ὦ δημόται μὴ οὐ καταξαίνειν τὸν ἄνδρα τοῦτον ἐς φοινικίδα;