οἴσεις βλέπουσα θυμβροφάγον. ὡς μακάριος ὅστις σʼ ὀπύσει κἀκποιήσεται γαλᾶς σοῦ μηδὲν ἥττους βδεῖν, ἐπειδὰν ὄρθρος ᾖ. πρόβαινε, κἀν τὤχλῳ φυλάττεσθαι σφόδρα μή τις λαθών σου περιτράγῃ τὰ χρυσία. ὦ Ξανθία, σφῷν δʼ ἐστὶν ὀρθὸς ἑκτέος ὁ φαλλὸς ἐξόπισθε τῆς κανηφόρου· ἐγὼ δʼ ἀκολουθῶν ᾄσομαι τὸ φαλλικόν· σὺ δʼ ὦ γύναι θεῶ μʼ ἀπὸ τοῦ τέγους. πρόβα. Δικαιόπολις Φαλῆς ἑταῖρε Βακχίου ξύγκωμε νυκτοπεριπλάνητε μοιχὲ παιδεραστά, ἕκτῳ σʼ ἔτει προσεῖπον ἐς τὸν δῆμον ἐλθὼν ἄσμενος, σπονδὰς ποιησάμενος ἐμαυτῷ, πραγμάτων τε καὶ μαχῶν καὶ Λαμάχων ἀπαλλαγείς. πολλῷ γάρ ἐσθʼ ἥδιον, ὦ Φαλῆς Φαλῆς, κλέπτουσαν εὑρόνθʼ ὡρικὴν ὑληφόρον τὴν Στρυμοδώρου Θρᾷτταν ἐκ τοῦ Φελλέως μέσην λαβόντʼ ἄραντα καταβαλόντα καταγιγαρτίσʼ ὦ Φαλῆς Φαλῆς. ἐὰν μεθʼ ἡμῶν ξυμπίῃς, ἐκ κραιπάλης ἕωθεν εἰρήνης ῥοφήσει τρύβλιον· ἡ δʼ ἀσπὶς ἐν τῷ φεψάλῳ κρεμήσεται. Χορός οὗτος αὐτός ἐστιν, οὗτος. βάλλε βάλλε βάλλε βάλλε, παῖε παῖε τὸν μιαρόν. οὐ βαλεῖς; οὐ βαλεῖς;